Ancient Greek
364.14
Pseudo-Zonaras, Lexicon 364.14
Unproofread scanNot analysed yet
ΓΥΜΝΟΠΑΙΔΙΑ μόνον δὲ ἀπὸ κλητικῆς οὐ γίνεται σύνθετον· ἐπειδή πᾶσα πτῶσις τριπρόσωπος ἐστὶν ἄνευ τῆς κλητικῆς. ἡ δὲ κλητικὴ αὐτοτελὴς ἐστι καὶ πολλάκις τέλειον λόγον ἀποκλῆροῖ, ὡς τὸ ὦ μᾶμαρ Ἄτρεῖδη μοιριγενὲς ὀλβιόδαιμον. τὸ δὲ τέλειον μετὰ ἄτελεῶς οὐ συντίθεται. τὰ οὖν γυναιμανὲς ἀπὸ τῆς γυναικὸς λέγομεν γεγενῆσθαι, γυναιπομανές, καὶ ἐν συγκοπῇ γυναιμχνές. ἢ λέγομεν, ὥσπερ παρὰ τὸ τιμὴ γίνεται Τιμόθεος, οὕτως καὶ ἀπὸ τοῦ γυνὴ γυναιμανὲς καὶ γυναιμανδς, κατὰ μετάθεσιν τοῦ ο εἰς τὴν αἰ δίφθογγον, ὡς μεσοκόλιος, μεσαἰπόλιος, καὶ Κλυτομνήστρα, Κλυταιμνήστρα.