Ancient Greek
366.20
Pseudo-Zonaras, Lexicon 366.20
Unproofread scanNot analysed yet
γον, μήτε λεγόμενα καὶ εἰς ὃν οὐδέτερα, μήτε ἀπὸ παροξυτόνου κατὰ κρῆσιν γινόμενα, μήτε κατὰ διάστασιν εὑρισκόμενα, μήτε ἀττικῶς ἐκτείνοντα τὸ ᾱ καὶ παροξυνόμενα, διὰ τοῦ ῑ γράφονται. οἷον ἄνιξ, ἄξιξ, μανία, ἡρεμία. πρόκειται μονογενῆ, διὰ τὸ Πολυδευκεία χειρ καὶ Ἀχαμεμονεῖα. ὁ Ἀχαμεμονεῖος γὰρ καὶ τὸ Ἀχαμεμονεῖον. πρόκειται πρὸ μιᾶς τὸν τόνον ἔχοντα, διὰ τὸ εὐσέβεια. πρόκειται ὑπὲρ δύο συλλαβὰς, διὰ τὸ μνεία καὶ χρεῖα. πρόκειται μὴ ἀπὸ τῶν εἰς ευς, μὴ ἀπὸ τῶν εἰς ευω; διὰ τὸ ταχύς, ταχεῖα, δουλεύω, δουλεία. πρόςκειται μὴ σύνθστα, μὴ ἀπὸ ἀπλοῦ ἔχει τὴν εἰ δίφθογγον, ἐπειδὴ ἀπὸ τοῦ δεῖξ, τοῦ σημαινοτος τὴν ἔνδειαν, γέγονε σιτοδεία. πρόκειται μὴ λεγόμενα εἰς ὃν οὐδέτερα, διὰ τὸ ἐλεγεῖον, ἐλεγεία. πρόκειται μὴ κατὰ διάστασιν, διὰ τὸ ἀνδρεία τὸ ἐπὶ ἀρετῆς. τοῦτο ὁ μὲν Ἀπολλώνιος διὰ τοῦ ῑ γράφει, ὁ δὲ Ὦρος διὰ διφθόγγου. εὑρίσκεται γὰρ κατὰ διάστασιν, ἀνδρεῖα. πρόκειται μὴ ἀττικῶς ἐκτείνοντα τὸ ᾱ καὶ παροξυνόμενα, ἐπειδὴ τὸ ἱέρεια καὶ εὐκλεία ἀττικῶς καταβιβάζει τὸν τόνον καὶ τὸ ᾱ ἐκτελνουσι. τοιοῦτον καὶ τὸ θυεία, ὁ σημαινει τὴν ὕδην. ἀττικῶς ἐκτείνοντες τὸ ᾱ, καὶ καταβιβάζαντες τὸν τόνον, καὶ τὴν αὐτὴν γραφὴν ἐφύλαξαν. τὸ δὲ νωθεῖα, ἡ ἀργία, οὐκ ἔστιν ἀπὸ τοῦ νωθεύω· ἐκεῖνο γὰρ διὰ τοῦ ο μικροῦ· ἀλλ’ ὧς ἀπὸ τοῦ νωθρός, νωθρεύω, νωθρεία, καὶ κατὰ ἀποβολὴν τοῦ ρ νωθεῖα.]