Ancient Greek
367.11
Pseudo-Zonaras, Lexicon 367.11
Unproofread scanNot analysed yet
Δαιτυμόνες. εὐώχητοι, ἀριστηταί. Δαιμόνιε. 60 ἀντὶ τοῦ μακάριε. Δαιδαλόχειρ. 61 ὁ ποικίλα καὶ ἐξαίσια ταῖς χερσὶν ἐργαζόμενος. Δαίδαλος. 62 ὁ ποικίλος. καὶ ὄνομα κύριον. ὃς ἦν πᾶνυ ποικιλτὴς καὶ ἐπινοήμων. παρὰ τὸ δαίω, τὸ μανθάνω ἢ τὸ ἐπίσταμαι, δαίαλος, ὁ ἐπιστήμων, καὶ πλεονασμῷ τοῦ δ δαίδαλος. [ἐκ τούτου δαιδάλλω. τὸ δαιδάλειος ἀπὸ τοῦ δαιδάλλω. ἀπὸ τοῦ δαιδάλειος δὲ τὸ δαιδάλεον κατὰ ἀποβολὴν τοῦ ῥῶτα.]