Ancient Greek
368.10
Pseudo-Zonaras, Lexicon 368.10
Unproofread scanNot analysed yet
Δάσκιος. 73 πολύσκιος. παρὰ τὸ δα ἐπιτατικὸν μόριον. Δασύλλιος. 74 ὁ Διόνυσος. παρὰ τὸ δασύνειν τὰς ἀμπέλους. Δατηταί. 75 οἱ διανεμηταί. ἐκ τοῦ δασῶ καὶ δαστούμεθα, ὁ σημαίνει τὸ μεριζόμεθα. [οἶον· —χθόνα ποσὶ δατεύντο. 76 καὶ· δατευόμεθα77 ληΐδ' Ἀχαιοί. ἀπὸ τοῦ δαίω, τὸ μερίζω, ἀφ' οὗ τὸ δάζω καὶ δάσω, γίνεται δαστός, δαστῶ, καὶ ἐνδεία τοῦ σ δατῶ· ἐν τῷ δατῶ δατήσω, δεδάτηκα, δεδάτημαι, δατητής, καὶ κλίνεται δατητοῦ.]