Ancient Greek
375.9 to 375.44
Pseudo-Zonaras, Lexicon 375.9-44
Unproofread scanNot analysed yet
Δειπνολόχου. κλεπτοτρόφου, τῆς λαθραίως ἐσθιούσης καὶ μὴ φανερῶς. [Ἡσίοδος 84 Οὐ μὲν γὰρ τι γυναικὶς ἀνὴρ λογίζειτ᾽ ἄμεινον Τῆς ἀγαθῆς· τῆς δ᾽ αὐτε κακῆς οὐ ρίγιον ἄλλο Δειπνολόχου —.] Δειλία. νηπιώδες ἦθος. ἐκτροπὴ πίστεως. 85 Δεβελτός. πόλις Θρακική. Δέησις. αἴτησις ἐνδεῶν. ἢ ἐπίπονος αἴτησις ἐκ τινος γινομένη. ἢ ὁμιλία νοῦ πρὸς θεὸν μεθ᾽ ἰκεσίας [βοήθειαν ἢ αἴτησιν ἀγαθῶν περιέχουσα. ἢ δέησις ἐστὶν ἐλλειπόντων τινὶ μεθ᾽ ἰκεσίας] περὶ ἐκείνου τύχειν ἀναπεμπομένη εὐχή. Δεκέλεια. τόπος. ΔΕΡΑΓΧΕΑΣ Δεκάτη. οἷον· τῇ δεκάτῃ ὁ ἀγορήνδς καλέσσατο λαοῦ Ἀχιλλεύς. 86 ἀπὸ τοῦ δέκατος, δεκάτη· τοῦτο παρὰ τὸ δεκάς· [τοῦτο παρὰ τὸ δέχομαι, δεχὰς, καὶ δεκάς,] ἡ ἔχουσα ἐν ἑαυτῇ πάντα ἀριθμόν. Δέλφαξ. 87 ὁ γαλαθηνὸς χοῖρος. [Ἐπίχαρμος· δέλφακά τε τῶν γειτόνων τοῖς Ἐλευσινίοις φυ- λάσσω. παρὰ τὸ τὴν δελφὴν· κυρίως γὰρ ἐπὶ τῆς θηλείας λέγεται δέλφαξ. τινὲς δὲ τοὺς με- γάλους χοίρους δέλφακας λέγουσι.] Δελφύς. ἡ μήτρα, ἡ γαστήρ. ἐνθα ἀδελφὸς, ὁ ἐκ τῆς αὐτῆς μήτρας. [ἢ ὅτι ἀδελφὸς ἐστι καὶ ἀδελφὰ ποιεῖ τὰ τικτόμενα, ὅθεν εἴρηται ὁμό- δελφος ὁ ἀδελφός.] Δεξιῶσις. ὑποδοχή. Δεξιὰ κυρίου. 88 ἡ ἄνωθεν ῥοπὴ καὶ ἀγαθὴ ἐνέρ- γεια. Δεξιαίς, συνθήκας. [ὁ δὲ πέμπει χιλίαρχον, δε- ξιάς 89 τῷ Ἰωσήπῳ δῶναι κελεύσας.] Δεξιά. ἡ χεῖρ. καὶ ποιητικῶς δεξιτερή. ἀπὸ τοῦ δέχεσθαι αὐτῆς τὰ διδόμενα. [ἡ δεξιὰ τις οὖσα, ἀπὸ τοῦ τὰς πλείонаς δι’ αὐτῆς ἐξίσται πρά- ξεις. καὶ ἀπὸ τοῦ δεκτὸς δεξιὰ, ὡς ἀνόρεκτος, ἀνορεξία.] Δέλτος. 90 πινακίδιον, σχεδάριον. Δέρις. 91 δέρμα ἢ τρίχινον παραπέτασμα. Δεραιοπέδη. 92 τὸ ἰξευτικὸν λῖνον. Δεραγχέας. τὰς τὴν δέριν ἀγχούσας καὶ πνιγοῦ- σας. [δεραγχέας πάγας. 93]