Ancient Greek
376.3 to 376.15
Pseudo-Zonaras, Lexicon 376.3-15
Unproofread scanNot analysed yet
Δετή. ἡ ἐκ δεδεμένων δαδῶν λαμπάς. οἷον παιόμεναί τε δεταί —. 96 [Ἡρόδοτος97 ἀπὸ τοῦ δίδωμι ῥήματος δετὸς καὶ δετή· ὡς ἀπὸ τοῦ τίθημι θετὸς καὶ εὐθέτος σύνθετον, καὶ ἐτὸς καὶ ἄφετος· ὡς τὸ· ἐτὸς98 εἰμί· καὶ δίδωμι· δοτός. ὡς καὶ Ὅμηρος ἀπὸ τοῦ δίδωμι ῥήματος εἶπε τὸν παρατατικόν· δίδω99 μόσχοισι λύγοισι.] Δέψα. ἡ βύρσα. Δειλία. συστολὴ ψυχῆς [πρὸς ἑαυτὴν ἐπὶ προσ-δοκία τινὸς τῶν μὴ ποθουμένων συνισταμένη.] Δεινότης. τὸ κατ’ ὃ δεῖ νοεῖν ὡς φρονήσεως ἕνεκα τῶν πραγμάτων φύσεις τε καὶ νοήσεις. (οὐδετέρου.) Δειελινόν. 100 τὸ δειλινόν. συνήθεια Ἰώνων τὸ ε πλεῖον[άζειν· ἥλιος, ἥελιος. οἷον· δειελινὸν κλίνοντος ὑπὸ ζόφον ἡελίοιο.] Δεῖμα. ὁ φόβος. [ὡςπερ ἀπὸ τοῦ ποιήσω ποιήμα, οὕτω καὶ ἀπὸ τοῦ δεῖσω δεῖμα.] Δειραχθές. τὸ τὴν δειρὰν ἀλγῦνον καὶ λυποῦν. δειραχθὲς εὐβροχον ἄμμα πετεινῶν. ἄμμα δὲ τὸ σχοινίον λέγεται. Δεῖπνον. τὸ πρωϊνὸν ἄριστον, ὅπερ ἀκρατισμὸς λέγεται. Δεῖκηλον. [καὶ δείκελον.] εἴδωλον, ὁμοίωμα. [ὡςπερ ἀπὸ τοῦ πέμπω πέμπελος, ὁ πολλῶν ἐνιαυτῶν ὢν, οὕτως καὶ δείκω δείκελον καὶ ἐκτάσει τοῦ ε εἰς ἡ δείκηλον. ἢ Διτ γκελον.] Δεικτηρίον. τὸ τῆς Σάμου. ὅτι ἐν αὐτῇ ἡ Ἀθηνᾶ διέγραψε τὴν κεφαλὴν τῆς Γοργόνης, δειπνύουσα τῷ Πέρση, ὅτε παρ’ αὐτὴν ἀπέστειλεν ἐπὶ τὴν Γοργονίαν.