Ancient Greek
377.17
Pseudo-Zonaras, Lexicon 377.17
Unproofread scanNot analysed yet
[Δέρτρον. 20 τὸ δέρμα. οἷον· δέρτρον ἔσω δύνοντες —21 παρὰ τὸ δέρω δέρτρον, ὡς Φέρω Φέρτρον, μεῖρω μέτρον. ἄλλαχοῦ σημαίνει ἡ λέξις τὸν ἐπίπλουν. 22 ὁ δὲ Ἀρίσταρχος τὸ δέρμα· καὶ πάντα τὸν χρῶτα τὸν πρὸ τοῦ ἧπατος. ἄμεινον δὲ τὸ ῥάμφος ἀπὸ τοῦ δέρειν, ὁ ἐστι κρούειν. τούτῳ δὲ διαρρήσσουσιν ἂν ἐσθίωσιν οἱ γῦπες τὴν κρούσει τοῦ ῥάμφους. καὶ ἐστιν ὄνομα ῥηματικόν, ὡς παρὰ τὸ πλήσσω πλήκτρον, οὕτως καὶ παρὰ τὸ δέρω δέρτρον.]