Ancient Greek
384.4
Pseudo-Zonaras, Lexicon 384.4
Unproofread scanNot analysed yet
Εὐριπίδης πλεῖν σταδία λαλιώτερα. ἀντὶ τοῦ Εὐριπίδου πλέου σταδία φλυαρώτερα. [Δημοσθένην. Ἰστέον, ὅτι ἅνιξά μὲν τὸ ε καὶ προηγείται φωνήεν, τότε τὸ ε καὶ ᾶ εἰς ἥτα κἱρνᾶται, καὶ εἰς ᾶ δηλονότι μακρόν. οἷον τὸν εὐφεέα καὶ εὐφυῆ καὶ εὐφυᾶ. ἅνιξά δὲ τοῦ ε προηγείται σύμφωνον, τότε τὸ ε καὶ ᾶ εἰς ἥτα κἱρνᾶται μακρόν. οἷον Δημοσθένεα, Δημοσθένη, τεύχεα, τεύχη. εἰ δέ τις εἴπη καὶ πῶς ἐπὶ τοῦ χάλκεα χαλκᾶ. καὶ κάνεα κανᾶ, καὶ τῶν ὁμοίων εἰς ᾶ ἐγένετο ἡ κράσις τοῦ ε καὶ ᾶ συμφώνου ἐπιφερομένου, λέγομεν, ἅτι αἱ εὐθεῖαι αὐτῶν δίχα εἵρηντομ ἐντελῶς. καὶ μετὰ κράσιν· καὶ ἐντελῶς μὲν, οἷον χάλκεον καὶ κάνεον· κατὰ κράσιν δέ, οἷον χαλκοῦν καὶ κανοῦν. αἱ οὖν ἐντελεῖς εὐθεῖαι ἀπὸ τῶν ἐντελῶν εὐθειῶν ἐγόνοντο, αἱ δὲ συνρημέναι ἀπὸ τῶν συνρημένων. Ἰστέον, ὅτι οἱ Ἀθηναῖοι ἐπὶ μὲν τῶν εἰς ος κυρίων τῶν εἰς ους ἔχοντων τὴν γενικὴν ποιοῦσι τὴν αἰτιατικὴν εἰς ν, καὶ τὴν κλητικὴν εἰς ἡ. οἷον, Ἀριστοφάνην, ὦ Ἀριστοφάνη. ἐπὶ δὲ τῶν ἐπιθέτων οὔτε εἰς ν ποιοῦσι τὴν αἰτιατικὴν, οὔτε εἰς ἡ τὴν κλητικὴν. καὶ ἄξιον ἐστὶ ζητῆσαι, διατί καὶ ἐπὶ τῶν ἐπιθέτῶν οὐ ποιοῦσιν ὁμοίως τοῖς κυρίοις. καὶ ἐστιν εἰπεῖν, ὅτι εἰ ἐποίησαν οἱ Ἀθηναῖοι καὶ ἐπὶ τῶν ἐπιθέτων εἰς ν τὴν αἰτιατικὴν, ἥναγκαζον-