Ancient Greek
386.1
Pseudo-Zonaras, Lexicon 386.1
Unproofread scanNot analysed yet
ΔΗΦΗΛΑ Δίφηλαε. πόλις περὶ Ἰωσήπῳ. Δηώ. ἡ γῆ, ἥ ἡ Δημήτηρ. [καὶ διαφέρει, ὡς φησιν ὁ τεχνικός. οἶδε γὰρ ἡ παράδοσις τὸ ἥτα μετὰ τοῦ ἰῶτα. καὶ χωρὶς τοῦ ἰῶτα λέγο-μεν ὅτι ἐστὶν ἀπὸ τοῦ δή, ὁ σημαίνει τὸ εὐ-ρίσκω· καὶ γὰρ ἡνίκα περιήρχετο ἡ Δημήτηρ εἰς ζήτησιν τῆς θυγατρὸς αὐτῆς, κατ’ εὐφημι-σμόν ἐλεγον πάντες δῆεις ἀντὶ τοῦ εὐρήσεις. ἢ ὅτι ἐπειδή αὕτη ἐφεῦρε τὸν σῖτον κατὰ τὴν φλυχροκοπίαν τῶν Ἑλλήνων. εἰ δὲ ἔχει τὸ ἰῶτα, λέγομεν ὅτι γέγονε παρὰ τὸ δαίω τὸ κόπτω, κατὰ τροπὴν Ἰωνικὴν τοῦ ᾱ εἰς η̄.] καὶ γὰρ ἡ Δημήτηρ γῆ ἐστιν. [ἢ δὲ γῆ δια-κόπτεται ἐν τῷ ἀροτριούσθαι. ἢ ὅτι πολλὴν ἐδῆσε γῆν, τοὔστι διέκοψεν, ζητοῦσα τὴν θυ-γατέρα αὐτῆς. ἢ παρὰ τὸ δαίω τὸ καίω· καὶ γὰρ ἡ Δημήτηρ μετὰ λαμπάδων περιήρχετο. λέγει δὲ ὁ τεχνικός, ὅτι ὑποκοριστικόν ἐστιν ἀπὸ τοῦ Δημήτηρ, Δηώ, οὐ νοοῦντες τὸν σχη-ματισμὸν τῶν τοιούτων ὑποκοριστικῶν· τὰ γὰρ τοιαῦτα ὑποκοριστικὰ θέλουσι φυλάττειν τὸ σύμφωνον τῆς συλλαβῆς τῶν πρωτοτύπων, οἷον Ἵψιπύλη, Ἵψώ, Εἰδοθέα, Εἰδώ· ἢ οὖν Δημήτηρ Δημὼ ὀφείλεν εἶναι. ἀλλ’ οὐκ ἐστὶν ὑποκοριστι-κὸν ἡ Δηώ, παρὰ γὰρ τοῦ δῆας. οὕτως ὑπὸ Κρητῶν αἱ κριθαὶ καλοῦνται.]