Ancient Greek
389.3 to 389.20
Pseudo-Zonaras, Lexicon 389.3-20
Unproofread scanNot analysed yet
Δικαστπóλος. 19 ὁ περὶ τὰς δίκας καὶ τὰ δικαστήρια ἀναστρεφóμενος. Δικτάτωρ. 20 ὁ διπλασίαν τὴν ἀρχὴν ἔχων, ὁ παρὰ Ῥωμαίοις διςὑπατὸς καλούμενος, ἢ ὁ μονάρχης ὁ πάντων κρατῶν, ἢ ὁ βασιλεύς. Δικτυεύς. ὁ ἀλιεύς. Δικτυώτος. 21 πολύπλοκος. Δίκτυς, ὄνομα κύριον. σημαντέον, ὅτι ἐπὶ Κλαυδίου τῆς Κρήτης ὑπὸ σεισμοῦ κατενεχθείσης, καὶ πολλῶν τάφων ἀνεωχθέντων, εὑρέθη ἐν ἐνὶ τούτων τὸ σύνταγμα τῆς ἱστορίας Δίκτυος, τὸν Τρωικὸν περιέχον πόλεμον, ὅπερ λαβὼν ὁ Κλαύδιος, ἐξέδωκε γράφεσθαι. Διμίτριος. ὁ δύο μίτρας ἔχων, ὁ ἐστι πολεμικὰς ζώνας ὑφαινομένας διὰ μίτου. ἐφοροῦντο δὲ αὐταὶ ἐσώτερον τῆς λαγόνος χάριν ἀσφαλείας. ἢ χαλκαὶ λεπίδες. Διμήτωρ. ὁ Διόνυσος. Δίοκλος. τόπος. Δῖος. 22 ὁ ἔνδοξος. [ἀπὸ τῆς γενικῆς Διὸς γέγονε δλιος, καὶ κατὰ κρᾶσιν δῖος, ὁ ἔνδοξος. καὶ Δῖος ὁ ἥρως ὁ εἰς τῶν Τιτάνων καὶ Πελοπίδων. παρὰ τὸ δέος δέσας καὶ ἐν συναλοιφῇ δεῖας διὰ διφθόγγου, ὁ δέος ἐμποιῶν. ἢ παρὰ τῆς Διὸς γενικῆς.] Διοπτήρα. 23 κατασκόπον. ἐκ τοῦ ὄπτω. οἷον τὸν ῥα διοπτήρα στρατὸς ἐμμεναγ ἡμετέροιο. καὶ διοπτεύω τὸ κατασκοπεύω. καὶ διαπτῆρες, οἱ οἰκονόμοι· οἱ ἐπιτήρηται, οἱ προφύλακες. [οὐχ οἷοί τε ἔμενοντο οἱ διοπτῆρες διαγνῶναι ἐπιόντας τοὺς δυσμενεῖς. καὶ διοπτὴρ μηχανικὸν τι ὄργανον, δι’ ὧν ἐστοχάζοντο τῶν ἐπάλξεων τὸ ὕψος. ἡ διόπτρα.] Διόπτης. 24 παντεσκόπτης. Δίοπος. 25 ὁ διέπων καὶ ἐποπτεύων ἢ τῆς νεώς ἐπιμελητής. Διοποί. οἱ βασιλεῖς. παρὰ τὸ διοπεῖν ἢ διασκεύειν. Διόβλητοι. 26 οἱ κεραυνόβλητοι. καὶ ἐγδοντο διόβλητοι ἅπαντες. Διόγνητος. κύριον. Δίομας. κύριον. [ἀφ’ οὐ Διομίας. 27 εἴρηται παρὰ τὴν Διὸς γενικὴν, ὡς ἀνδρὸς, ἀνδρομος καὶ ἐν παραγωγῇ ἀνδρόμεος, ὅθεν τὸ ψωμοὶ τ’ ἀνδρόμεοι. 28 καὶ ἀνδρόμεοι 29 κρε’ ἔδων.] Διόνυσος. 30 οἱ μὲν Διόνυσον αὐτὸν ὀνομάζουσι διὰ τοῦ ξ, ὅτι κέρασι γεννώμενος ἐνῦξε τὸν Διὸς μηρόν. ἡ Διόνυσος ὁ ἐκ τοῦ Διὸς γεννηθεὶς καὶ ἐν Νύσσῃ τρέφεις. Δίδυμος. ὁ μεθ’ ἑτέρου τεχθεὶς ἐπ’ μιᾶς συλλήψεως. [παρὰ τὸ δύω, ὁ γίνεται δύνω. οἷον δύνε δ’ Ἑρεχθῆος πυκινὸν δόμον —31