Ancient Greek
391.4
Pseudo-Zonaras, Lexicon 391.4
Unproofread scanNot analysed yet
Διαλέξιν. 56 ἐμπειρία λόγων, ἧτοι τὰ νοηθέντα φράζειν. Διάλεξις διαλέκτου διαφέρει. 57 διάλεκτός ἐστι φωνῆς χαρακτήρ ἐθνικὸς, διάλεξις δὲ τῆς συνήθους φωνῆς ἐκτροπὴ ἐπὶ τὸ σεμνότερον καὶ ἀγροικότερον. ἡ διάλεκτός ἐστι, καθ' ἣν ἕκαστος ἄνθρωπος διαλέγεται, πρὸς ἀλλήλους κατὰ τὴν ἰδίαν συνήθειαν, ἢ ἀπὸ τοῦ διαλεχθῆναι καὶ διακεκρίσθαι ἀπὸ τῶν ἄλλων· ἕκαστη γὰρ αὐτῶν διακέκριται ἑτέρας ἀπὸ τοῦ διαλέχθαι καὶ ἐξειλέχθαι ὡς πρωτιστεύουσα.