Ancient Greek
393.2
Pseudo-Zonaras, Lexicon 393.2
Unproofread scanNot analysed yet
#80 Διαίρεσις. ἢ τὸ μονοειδὲς ὡς πολυειδὲς ἀπε-81 σχοινισμένως ποιήσασα. καὶ πάλιν τὸ ἴδιχ ἀνὰ μέρος πρὸς ἕτερον μηδαμῶς γεγονός. ἡ διαίρεσίς ἐστιν ἡ πρώτη τομή, ἡ τὸ ἀμπάξ [ἀναμέρος τιθεῖσα τὲ καὶ χωρίζουσα καὶ καθ’ ἑαυτὴν θεωρεῖσθαι παρασκευάζουσα,] κατὰ τε οὐσίαν καὶ ὑπόστασιν τοῦ ἑκάστου πράγματος ὑπάρξιν· οἷον ὡς εἶδος ἐν τοῖς ὑπ’ αὐτῶ82 ἀτόμοις. τούτων γὰρ φυσικῶς κατηγορεῖται, καὶ ἐν αὐταῖς διὰ τῶν ἐνθεωρουμένων αὐτοῖς οὐσιωδῶν ἰδιωμάτων προφχίνεται. 83 κοινὸν γὰρ τι καὶ γενικὸν ἡ οὐσία. μᾶλλον δὲ ἀπάντων καὶ γενικῶν κοινότερόν τε καὶ γενικώτερον, καὶ πάντων κατηγορεῖται, ὧν ὁ τοῦ εἶναι λόγος πρὸς ἐν ἐστι, τῇ προσλήψει τῆς διαφορᾶς ἐν ὅλοις προφαίνεται, καθ’ ἑαυτὴν ἄγνωστος οὖσα πρὸς αἴσθησιν διόλου84 καὶ ἀθεώρητος.