Ancient Greek
394.17
Pseudo-Zonaras, Lexicon 394.17
Unproofread scanNot analysed yet
Δικαιοσύνη. ἕξις ἀπονemητικὴ ἴσου καὶ τοῦ κατ’ ἀξίαν. καὶ καθολικὴ ἰσονομία πασῶν τῶν ἀρετῶν. δικαιοσύνη καὶ ἡ τῶν ἐντολῶν πλήρωσις, ὡς τό· οὕτως γὰρ πρέπον ἐστὶ πληρῶσαι πᾶσαν δικαιοσύνην. δικαιοσύνη· καὶ ἡ ἀποχὴ τῶν κερδῶν καὶ ἡ τελεία ἀρετὴ καὶ ἡ δικαία αἴτησις. ὡς καὶ ὁ Δαβὶδ φησίν· εἰσάκουσον, κύριε, δικαιοσύνης μου. ἡ δικαιοσύνη ἐστὶν ἐπιστήμη τῶν αἰρετέων καὶ εὐλαβητέων καὶ οὐδετέρων. δικαιοσύνη καὶ ἡ κοινὴ ἀρετὴ καὶ ἀντιδιαιρουμένη ταῖς ἄλλαις ἀρεταῖς ὁμωνύμως. διαφέρει δὲ ἀνδρία καὶ δικαιοσύνη· ἡ μὲν γὰρ δύο κακιῶν, θρασύτητος καὶ δειλίας, ἡ δὲ πλεονεξίας καὶ μειονεξίας, ἐξ ὧν ἡ ἀδικία· ἐν γὰρ τούτοις τῇ ἀδικίᾳ τοῦ εἶναι. καὶ περὶ ἄλλα μὲν ἡ ἀνδρία· περὶ γὰρ τὰς τῶν κινδύνων ὑπομονάς· περὶ ἄλλα δὲ ἡ δικαιοσύνη· περὶ γὰρ τὸ ἴσον τότε ἐν διανομῇ καὶ τὸ ἐν τοῖς συγχλάγμασι.