Ancient Greek
413.7
Pseudo-Zonaras, Lexicon 413.7
Unproofread scanNot analysed yet
Δόνακες. οἱ κάλαμοι. Δορπηστός. 97 δείπνου ὥρα. καὶ δόρπιστος διὰ τοῦ ι. Δόρπος. 98 ὁ δεῖπνος. κυρίως ἡ περὶ τὴν ἑσπέραν ἐστίασις. παρὰ τὸ ἕρπειν ἡμᾶς εἰς τὸ ταῦειν, ὅ ἐστι κοιμᾶσθαι ἢ κοιμηθῆναι. οὕτως Ὦρος ὁ Μιλήσιος. ἢ δόρπος, ὅτι ἐπὶ δερμάτων καθεζόμενοι ἐστούντο. [ἢ παρὰ τὸ δρέπεσθαι τοῖς ὀδοῦσιν.] ἐγὼ δὲ εὗρον99 σχόλιον παρακείμενον ἐν β΄ βίτα Ἰλιάδος· δόρπον εἰρῆσθαι παρὰ τὸ οἶονεὶ παύεσθαι τῆνικαῦτα τοὺς πολεμούντας τοῦ δόρατος, ὅ ἐστι τοῦ πολέμου, καὶ ἡσυχάζειν. ἢ παρὰ τὸ δρέπεσθαι τοὺς πόνους.