Ancient Greek
420.8
Pseudo-Zonaras, Lexicon 420.8
Unproofread scanNot analysed yet
Δρασεῖοντες. ἐπιθυμοῦντες. [οὕτως Ἀριστοφάνης. ²⁴] Δραθεῖν²⁵ καὶ δραθέειν. παρὰ τὸ τοῖς δέρμασι δραθεῖν, ὅ ἐστιν ἐπὶ δερμάτων καθευδήσαι. σημαίνει δὲ καὶ κατὰ ἀντίφρασιν τὸ κοιμᾶσθαι. [γέγονε οὖν παρὰ τὸ δρῶ, τὸ ἐνεργῶ, ἐξ οὗ παράγωγον δρήσω, ὁ μέλλων δρήσω, ὁ δεύτερος ἀόριστος ἐῤᾶθον, καὶ ὁ δεύτερος μέλλων δραθῶ, καὶ τὸ ἀπαρέμφατον δραθεῖν καὶ κατὰ διάλυσιν τῆς εἰ διφθόγγου δραθέειν. οἱ γὰρ κοιμώμενοι οὐδὲν ἐνεργοῦσι.]