Ancient Greek
427.35
Pseudo-Zonaras, Lexicon 427.35
Unproofread scanNot analysed yet
Δωδώνη. ὄρος. Δωμητύς. 77 τὸ κτίσμα. Δώς. ἡ δωρεά. δὼς ἀγαθή. 78 ἴστέον, ὅτι τὸ δὼς ὀξύτονως λέγεται παρὰ τὸν δώσω μέλλοντα, καὶ ἔστιν ἄκλιτον· ἐπειδή τὰ εἰς ῶς μονοσύλλαβα ἠλυκὰ περισπῶνται, καὶ κύρια ἐστίν, οἷον ἡ Κρῶς, ἡ Κλῶς, ἡ Κῶς· εἰσὶ δὲ ὀνόματα πόλεων. ἐπειδή οὖν τὸ δὼς, ἠλυκὸν ὄν, οὐκ ἔστι κύριον, ἀλλ᾽ οὔτε δὲ περισπάται, τούτου χάριν ἔστιν ἄκλιτον.