Ancient Greek
430.2
Pseudo-Zonaras, Lexicon 430.2
Unproofread scanNot analysed yet
Ἐακότες. ¹³ παρητημένοι, ἀποκεπαυκότες. Ἐαλωκυῖος. ἐξερημωθεῖσα. Ἐάλωσαν. ¹⁴ ἐκρατήθησαν. Ἐάλω. ¹⁵ ἐκράτηθη. Ἐάλακεν. ¹⁶ ἐλήφθη. καὶ ἐαλωκώς. Ἐάλη. συνεστράφη. Αἰνεῖας δ᾽ ἔαλη. ¹⁷ [παρὰ τὸ ἄλῶ¹⁸ τὸ ἐκκλίνω καὶ πλανῶ. οἱ γὰρ ἐκκλίνοντες τινὰς καὶ πλανῶντες οὐκ ἐπαίρονται, ἀλλὰ συστρέφονται· ὅθεν καὶ τοὺς ἵππους ἄλεται,¹⁹ ἀντὶ τοῦ ἄλειται. ὁ ἐστὶ συστραφεῖται. τὸ δὲ ἄλῶ γέγονε παρὰ τὸ λῶ τὸ θέλω καὶ μετὰ τοῦ στερητικοῦ ἄ ἄλῶ. οἱ γὰρ πλανώμενοι οὐ τυγχάνουσιν οὐ θέλουσιν. ἐστὶ δὲ τρίτης συζυγίας τῶν περισπωμένων· οἷον ἄλῶ, ὁ μέλλων ἄλῶσα, ὁ δεύτερος ἀόριστος ἤλον, ὁ παθητικὸς ἤλην, ἐξ οὗ ἡ μετοχὴ ἄλεις, τὸ δεύτερον ἤλης, ἤλη, καὶ κατὰ διάλυσιν ἔαλη.]