Ancient Greek
435.5
Pseudo-Zonaras, Lexicon 435.5
Unproofread scanNot analysed yet
Ἐγκαρπον. 5 τὸ ἔγκυον. Ἐγκάρδιον. 6 τὸ μεγάλως δεινὸν καὶ ἀπτόμενον τῆς καρδίας. ἢ τὸ κρύφιον, ἢ τὸ ἐξ ἰσχυρᾶς διαθέσεως. Ἐγκασιν. 7 ἐγκάτοις. ἀπὸ τοῦ καταχέειν τὴν τροφήν. λέγει δὲ καὶ τὸ ἧπαρ καὶ τὸν σπλήνα παρὰ τὸν πνεύμονα. [ἕντερον δέ, οὐκ ἔγκατον. τὸ δὲ ἕντερον, οἷον ἕτερον καὶ οὐχ ὅμοιον. ἢ παρὰ τὸ ἐντὸς μειῖσθαι τῶν μελῶν. ἐγκάτοισι, καὶ ἀποβολὴ τῆς τοῦ συλλαβῆς ἐγκασιν. οὐπ ἐστι δὲ συγνοπή, μάχεται γὰρ ἐπεκτάσει συγ-νοπή· ἐναντίον γάρ. ἄμεινον οὖν μεταπλασμὸν λέγειν· ἐστι γὰρ ἐγκάτοισι καὶ κατὰ μεταπλα-σμὸν ἐγκασιν, ὡς ἅστοις ἅστρασιν. οὕτως Ἡρωδιανὸς ἐν τοῖς περὶ παθητικοῦ. 8]