Ancient Greek
438.28
Pseudo-Zonaras, Lexicon 438.28
Unproofread scanNot analysed yet
73. Ἐγχείπτω. πλησ.] D. K. προσπελάζω. 79 [Ἐγρήγορῶ. ἀπὸ τοῦ ἐγείρω, ἤγερκα, καὶ ὁ μέσος ἤγερα, καὶ τροπὴ τοῦ ε εἰς ο καὶ πλεονασμῶ τοῦ ε ἐγρήγορα. ἀπὸ δὲ τοῦ ἐγρήγορα καὶ ἀπὸ τοῦ ἐγείρω κατὰ συγκοπὴν ἔγρω. Ἡρωδιανὸς περὶ παθῶν.] [Ἐγῶδα. ἐγὼ γινώσκω. 80 ἐγῶδα τοῦτον καὶ διέσκεμμαί πάλαι ἄνθρωπον ἀγριοποιόν.] [Ἐγῶμαι. 81 ἐγὼ οἶμαι, καὶ κατὰ κρᾶσιν ἐγῶμαι. καὶ ἔγωγε οἶμαι ἀντὶ τοῦ ἐγὼ οἶμαι. κατὰ πέντε τρόπους διαιρεῖται σύνθεσις ἀπὸ συνθέσεως· κατὰ τόνον· κατὰ γραφήν· κατὰ πνεῦμα· κατὰ εἰσβολὴν μορίου· κατὰ διάλεκτον. κατὰ τόνον, ὥσπερ τὸ πάροδος· κατὰ γραφήν, ὥσπερ τριχίλιοι· κατὰ πνεῦμα, ὡς ἔνεστι καὶ ἔξεστι· κατὰ εἰσβολὴν μορίου, ὡς τὸ, ὡσεὶ χνοῦς· κατὰ διάλεκτον, ὥσπερ ἔγωγε. Ἰστέον, ὅτι οἱ Ἀθηναῖοι τὸ ἐγὼ ἔγωγε λέγουσι· καὶ ἐστιν ἕν μέρος λόγου. εἰ γὰρ ἦσαν δύο μέρη λόγου, ἐγὼ γε ἠμελλεν εἶναι. πᾶσα γὰρ λέξις ὀξυτόνως ἐπιφερομένη ἐγκλιτικῶς φυλάσσει τὴν ὀξείαν τάσιν· οἷον σοφός, σοφός γε, καλός, καλός γε, ψευδής, ψευδής γε· οὕτως οὖν ἐγώ, ἐγώ γε· ἀλλὰ μὴν ἔγωγε ἐστὶ προπαραξυτόνως καὶ δηλοῖ, ὡς ἕν μέρος λόγου ἐστὶ τῆς γε ἐπεκτάσεως οὖσης.] Ἐγκρίναι. ἀντὶ τοῦ συναριθμῆσαι. καὶ ὁ Ἀπόστολος 82 οὐ γὰρ τολμῶμεν ἐγκρίναι, ἢ συγκρίναι ἑαυτοὺς τισί. τὸ δὲ συγκρίναι ἀντὶ τοῦ παραθεῖναι. ὡς ἀλαζόνας κωμῳδεῖ αὐτούς· κατ’ εἰρωνείαν γὰρ ὁ λόγος.