Ancient Greek
444.34
Pseudo-Zonaras, Lexicon 444.34
Unproofread scanNot analysed yet
ἔθνεά τοι πόντοιο πολυστερέας τε Φάλαγγας.] "Εθος. 88 τὸ ἐν ἑκάστη χώρᾳ ἄγραφον δίκαιον. νόμος δὲ ἔγγραφον [ἔθος], ὅτι τὸ ἔθος οὐκ ἔστιν εὑρήμα τῶν ἀνθρώπων, ἀλλὰ βίου καὶ χρόνου. καὶ ὁ μὲν νόμος εἴπασται τυραννίδι· φόβῳ γὰρ ἕκαστα καὶ μετὰ προστάγματος πράττεται· τὸ δὲ ἔθος μᾶλλον τῇ φιλανθρωπία τῆς βασιλείας· βουλόμενοι γὰρ αὐτῷ πάντες δίχα ἀνάγκης ἔπονται. ἔθος δὲ εἴρηται 89 παρὰ τὸ ἔτεον, τὸ ἀληθές, ὅπερ καὶ ἔτος λέγεται, καὶ παρὰ τοῦτο ἔθος τὸ ἀεὶ ὡσαύτως ἔχον. ἢ παρὰ τὸ ἔθω, τὸ ἐξ ἔθους ἔχω, γίνεται ἔθος, ὡς μένω, μένος, σθένω, σθένος. ἔθος λέγεται καὶ τὸ σημεῖον. 90