Ancient Greek
451.7
Pseudo-Zonaras, Lexicon 451.7
Unproofread scanNot analysed yet
Εἰδεχθές. 1 ἄμορφον, ἄπρεπές. παρὰ τὸ εἶδος καὶ τὸ ἕχθος τὸ μῖσος. Εἶδος, κατὰ δύο σημαινομένων φέρεται. λέγεται γὰρ εἶδος καὶ ἡ μορφή, οἷον· πρῶτον μὲν εἶδος2 ἄξιον τυραννίδος. εἶδος λέγεται καὶ τὸ ἀπὸ τοῦ γένους διαιρούμενον, ὡς ὅταν τὸν ἄνθρωπον εἶδος λέγωμεν τοῦ ζῴου. εἶδος ἐστι καὶ τὸ ὑπὸ τὸ γένος ταττόμενον. *καὶ πάλιν εἶδος ἐστὶν οὗ τὸ γένος ἐν τῷ τί ἐστι κατηγορεῖται. *καὶ πάλιν εἶδος ἐστὶ τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ ἀριθμῷ ἐν τῷ τί ἐστι κατηγορούμενον. εἶδος ἐστὶ καὶ ὁ ἐγχρώματος χαρακτήρ καὶ ἡ ὄψις καὶ τὸ πρόσωπον καὶ ἡ μορφή. παρὰ τὸ εἴδω τὸ ὁρῶ. 3