Ancient Greek
459.22 to 460.16
Pseudo-Zonaras, Lexicon 459.22-460.16
Unproofread scanNot analysed yet
Ἐκκήρυκτος. 65 ὁ ἀπόβλητος. Ἐκηλος. 66 ὁ ἥσυχος. παρὰ τὸ ἐκὰς ἔκηλος καὶ ἔκηλος. παρὰ οὖν τὸ ἔκηλος γίνεται εὔκηλος. ἢ παρὰ τὸ εἶκω τὸ ὑποχωρῶ, [ἥσυχάζει γὰρ ὁ ὑποχωρῶν.] ἢ παρὰ τὸ ἀκήν ἄκηλος καὶ ἔκηλος, ἢν ἢ ὁ ἥσυχος. ἢ παρὰ τὸ ἐκῶν. ἔκηλος. Ἐκλογεῖς. οἱ ἐκλέγοντες. Ἐκνεφίας. 67 ἄνεμος οὕτω καλούμενος, ὅς λίαν σφοδρῶς πνέει. παρὰ τὸν γνόφον. οἷον εἶ ὁ νέφη συνάγων καὶ ἐξ αὐτῶν κινούμενος. †ὁ ἄνωθεν κατιὼν καὶ ἕτερος ὧν παρὰ τοὺς ἰβ, ὥσπερ καὶ ὁ τυφῶν. οὗτοι δέ εἰσι βλαπτικώτατοι λίαν, οἷον κεραύνιοι ὄντες. †Ἐκπαγλος καὶ ἔκπλαγος. ὁ καταπληκτικός. παρὰ τὸ πέλᾶγος. φοβερὸν γὰρ τοῖς πλέουσι· ἐκπέλαγος, καὶ κατὰ συγκοπὴν ἔκπλαγος καὶ ἔκπαγλος. Ἐκποίητος. 68 ἀποκηρύκτου διαφέρει, ὅτι ὁ ἀποκηρύκτος ἐπὶ κολάσει ἐκβάλλεται, ὁ δὲ ἐκποίητος ὑπὸ τοῦ φύσει πατρὸς δίδεται εἰς ἕτερον οἶκον πρὸς ἕσιν. Ἐκπτωτος. 69 ὥσπερ λέγεται ἐκβιος ὁ ἐστερημένος τοῦ βίου, καὶ ἐξούσιος ὁ ἐστερημένος τῆς οὐσίας, οὕτως καὶ ἐκπτωτος ὁ ἐστερημένος τῆς πτώσεως. Ἐκπλαγεῖς. ἐκπλήξεως ἔμπλεοι. ἐκπλῆγεῖς70 δὲ γενόμενοι οἱ Λίβυες διὰ τὸ παράδοξον. Ἐκ ποδὸς71 εἴπετο κατόπιν. ἀντὶ τοῦ σύνεγγυς. Ἐκ πολλοῦ. ἐκ παλαιῶν τῶν χρόνων. Ἐκσπονδος. ὁ τὰς σπονδὰς καὶ τρὺς ὄρκους παραβαίνων καὶ μὴ φυλάττων. ὁ τοίνυν τοὺς ὄρκους ἐκσπόνδους ποιήσας. Ἐκ συγκειμένου. προὑπηρεγμένου, προγεγυμνασμένου. τότε δὲ εἰς τάξιν τινα [ὡςπερ] ἐκ συγκειμένου κατέστησαν. Ἐκταῖος. ὁ ἕκτος. [Ἐκτεύς. μέτρον ἐστιν, ὁ ταυτόν ἐστι τῷ χοίνυκι. οἷς δ’ οὖν ἀπολωλεκυῖα πυρῶν ἐκτέα —. τούτῃστι τριάβολον.] Ἐκτῆνες. οὕτως ὠνομάζοντο οἱ Βοιωτοί. Ἐκτιμος καὶ ἐκτίμους. ἔξω καὶ ἐκτὸς τιμῆς. ἐκτίμους ἔχουσα πτέρυγας ὀξυτόνων γάων. Ἐκτομίας. ὁ εὐνοῦχος. [Ἐκ τοῦ. ἐκ τούτου.] [Ἐκτόπιος. ἀπὸ ξένοῦ τόπου. ἐκτόπιος συθεῖς ὁ ἐστιν ὀρμῆσας.] Ἐκτοπισμός. ἡ πόρρω διαγωγή. οἱ δὲ φοβούμενοι τὸν εἰς Ἰταλίαν ἐκτοπισμὸν ἐν ταῖς ὁδοιπορίαις διεδίδρασκον. Ἐκτιναγμός. ὅταν ἀναδριπτήται μετὰ κινήματος ἡ γῆ. Ἐκ τῶν παρόντων. ἐκ τῶν φθασάντων. νικώμενοι οὖν ἐκ τῶν παρόντων ἄχος αἰτοῦσι παρὰ τοῦ θεοῦ.