Ancient Greek
476.21 to 477.17
Pseudo-Zonaras, Lexicon 476.21-477.17
Unproofread scanNot analysed yet
Ἑλαταῖς. 91 ὑπὸ τοῦ ἀγίου πνεύματος κεχαλκευμέναις. Ἑλγη. πόλις. Ἑλευθεριότης. 92 ἢ μετὰ κιβδηλίας χάρις. ὅ δὲ ἐς τοσοῦτον ἐλευθεριότητος ἐληλάκει, ὥστε —. Ἑλεπόλεις. 93 μηχανήματα, τὰ λιθοβόλα ὄργανα, δι’ ὧν αἱ πόλεις ἀλίσκονται. Ἑλεγξις. 94 φανέρωσις τῶν κεκρυμμένων. Ἑλεημοσύνη. 95 ἐκούσιος λύπη ἐπ’ ἀλλοτρίαις κακοῖς παρισταμένη. 86. Ἑλαϊτή] Ἀν Ἑλανία? Steph. Byz. δ περὶ τῆς Ἑλανιάτης. 94. Ἑλεγξις] A. ἐλλογξις. ΕΛΕΔΩΝΗ Ἐλεδώνη. 96 εἶδος πολύποδος, ἔχουσα μίαν κατυ-ληδόνα ἤτοι πλόκαμον, καὶ ἔστιν ἐπτάπους, ὡς φησὶν Αἰλίας. ἔστι δὲ τὸ λ περισσόν. καλεῖται δὲ ἐλεδώνη ἀπὸ τοῦ ἐχυτὴν ἔδειν καὶ ἐσθίειν. Ἐλεεινή. 97 ἀπὸ τοῦ ἔλνος, ἐλεγεινή. καὶ ἀπὸ τοῦ ἐλεῶ. ἐπεὶ ἔστιν ἂν διὰ τοῦ ε, νῦν δὲ διὰ τῆς εἰ διφθόγγου, τῷ λόγῳ τῶν εἰς νος ὀξυ-τόνων τῶν παρανύμων. Ἐλένη. 98 παρὰ τὸ πολλοὺς ἐλεῖν τῷ κάλλει. Ἐλεοῦντα. πόλις ἐν Χερσονήτῳ. ἡ εὐθεῖα ἡ Ἐλεοῦς. καὶ Ἐλεῶν, ὄνομα πόλεως. τὴν ἄρα τ' ἐξ Ἐλεῶνος —. 99 παρὰ τὸ ἔλος· ἐλώδης γὰρ ὁ τόπος. Ἐλευσίς. 100 πόλις πλησίον Ἀθηνῶν. ὀνόμασται δὲ ἡ πόλις ἀπὸ Ἐλευσίνου τοῦ Ἑρμοῦ. καὶ Ἐλευσίνια ἐπὶ οὐδετέρου. τοῖς γὰρ νικῶσι τὰ Ἐλευσίνια ἐδίδετο ἅθλον. ἄλλοι δὲ φασὶν ἑορ-τὴν εἶναι τὰ Ἐλευσίνια. Ἐλέτη. αἱρετήναμ δυναμένη, ὅ ἐστι προκρι-τήναμ. Ἑλληνόπολις. Ἀπολλόδωρος Ἀτταλὸς ἐκ τῶν Ἑλληνίδων πόλεων οἰκήτορας συναγαγὼν ἐκτίσε πόλιν καὶ ὠνόμασεν αὐτὴν Ἑλληνόπολιν. ἔστι δὲ καὶ Ἐλενοῦπολις. Ἐλη. ἡ θερμασία. Ἐλίκη. 2 πόλις. Ἐλικοι. 3 κλήματι λεπτῷ καὶ νευρώδει. Ἐλικώπιδες. 4 εὐόφθαλμον. ΕΛΕΥΣΙΝΙΑ Ἔλκεσίπεπλοι. ⁵ ἐφελκόμεναι τοὺς πέπλους ἐν τῷ φορεῖν. ὅτι τὸ ο̄ ἐν ταῖς συνθέσει πολλάκις εἰς τὸ ε̄ μεταβαλλόμενον καὶ τὴν σι συλλαβὴν προσλαμβάνει. ἕλκω, ἑλκίπεπλος, ἑλκέπεπλος, ἑλκεσίπεπλος. πρῶτος, πρωτόλχος, [πρωτέλαος. ⁶] πήξω, πηξίμυχος. Ἑλλοφόνος. ⁷ ἡ Ἄρτεμις, ἡ τοὺς ἑλλοὺς φονεύουσα, ὁ ἐστι τοὺς ἑλάφους· κυνηγετικὴ γάρ. Ἐλπίς. ἀγαθοῦ τινὸς ἢ κακοῦ προσδοκία. ἢ τὸ δοκεῖν τῷ ἀπόντι ὡς παρόντι συνεῖναι.