Ancient Greek
482.25 to 482.31
Pseudo-Zonaras, Lexicon 482.25-31
Unproofread scanNot analysed yet
Ἐμμονον. παραμένοντα. ἐμμέριμνον. διηνεκή. †ἐμμονοῦ λογισμὸν ἐπιμελῶς καὶ φροντιστικῶς διαλογιζόμενον. †Ἐμπληκτος. μαινόμενος. ὡς δεινὸς τε ἦν καὶ αὐ-θάδης [καὶ οὗτος τὸ μανιώδες καὶ ἐμπληκτον ἀνδρείαν ἠγεῖσθαι. ἐμπληκτος καὶ ὁ εὐμετά-βολος καὶ φορὰς μεστός· ἧτοι ὁ φερόμενος. Αἰ-σχίνης· ὠνειδιας δέ μοι καὶ πολιτείας ἐμπλη-ξίας. ἐμπληκτοι καὶ οἱ κοῦφοι καὶ οἱ εὐμετά-βλητοι. Ὅμηρος ἐμπλήγδην ἕτερον μὲν τίει βροτὸν —καὶ Σοφοκλῆς· τοιοῖ δὲ μέντοι φῶτες ἐμπληκτοι βροτῶν, —τουτέστιν οἱ μὴ ἐμμένοντες τῇ ἀρχαίᾳ φιλίᾳ.] Ἐμπολαῖος. πραγματευτής. Ἐμπολιν. ἐν τῇ αὐτῇ πόλει ὄντα. ἄνδρα, σοι μὲν ἐμπολιν οὐκ ὄντα, συγγενῆ δέ —. Ἐμπορος. ὁ ἐπ’ ἀλλοτρίᾳς νενὼς πλέων μετὰ τοῦ οἰκείου ναύλου. ἢ πραγματείας. ἤγουν διὰ παντὸς τοῦ βίου τὴν πορείαν ποιούμενος. καὶ ὁ πραγματευτής. κυρίως δὲ ὁ θάλασσαν πλέων.