Ancient Greek
497.1
Pseudo-Zonaras, Lexicon 497.1
Unproofread scanNot analysed yet
ἔχουσιν. ὡςπερ δὴ καὶ ὁ ἄνθρωπος οὐκ ἐξ αὑτῆς τῆς οὐσιώδους αὐτοῦ ποιότητος λέγεται ἄνθρωπος, ἀλλὰ διὰ τὸ ἄνω ἔρειν τὴν ὄπα, ἤγουν ἄνω ὁρᾶν τοὺς ὀφθαλμούς. ὅθεν καὶ αὐτὸς ἐπ τῆς ἄνω θεωρητικῆς ἐνεργείας λέγεται ἄνθρωπος. ἄλλοι δὲ λέγουσιν, ὅτι ἐπ τῆς ἀνορθοπεριπατητικῆς ἐνεργείας ἄνθρωπος ἐκλήθη, πάντων τῶν ζῴων κατωκλινῶς κενυφότων καὶ περιπατούντων. εἰ οὖν καὶ αἱ δύο προσῃγορίαι τῶν οὐσιῶν τοῦ Χριστοῦ, λέγω δὴ τὸ θεὸς καὶ τὸ ἄνθρωπος, ἐκ τῶν φυσικῶν αὐτῶν ἐνεργειῶν τὰ ὀνόματα ἔχουσι, πῶς οὐκ αἰσχύνονται τινὲς ἀπαρνούμενοι τὰς δύο λέγειν ἐπ’ αὐτοῦ ἐνεργείας; οἵτινες πάσης ἑτέρας γραφικῆς ἢ πατρικῆς παραστάσεως ἐξ αὐτῶν τῶν ὀνομάτων τοῦ Χριστοῦ αἰσχύνονται ἐκ τοῦ θεὸς καὶ ἄνθρωπος. καὶ γὰρ ἔφην, σχεδὸν πᾶσα φύσις ἐκ τῆς οὐσιώδους αὐτῆς ἐνεργείας ἔχει τὴν προσῃγορίαν· οἷον τί λέγω παράδειγον, ἤγουν πῦρ ἅνυον, κατὰ τὸ τὴν πύρωσιν ἅνατοῦν τῆς σαρκός. καὶ πάλιν ὀπηνίκα λέγομεν περιστεράν, οὐκ αὐτὴν τὴν φύσιν τοῦ ζῴου ἤγουν τῆς σαρκὸς αὐτῆς τὴν ποιότητα ἐσημάναμεν, ἀλλὰ τὴν ἐνέργειαν, ἣν διαπράττεται· ἀπὸ γὰρ τοῦ πέτεσθαι στεφρά εἴρηται περιστερά. καθὰ καὶ τὰ ἕξης οὐ φυσικὰς, ἀλλ’ ἐνεργητικὰς ἔχουσι τὰς οἰκείας προσῃγορίας· οἷον ἕλαφος ἀπὸ τοῦ ἐλεῖν τὰς ὀφεις· καὶ ἕτερα δὲ μυρία ἐστιν εὑρεῖν, ἵνα μὴ λέγω πάντα τὰ ἐκ τῆς οἰκείας ἐνεργείας ἔχοντα τὰς οἰκείας προσῃγορίας. ἐνέργεια γὰρ ἐστιν ἡ τῆς φύσεως δύναμισ. οὐ ταυτὸν δὲ ἐνέργεια καὶ ἐνεργητικὸν καὶ ἐνέργημα. ἐνεργητικὸν γὰρ λέγεται αὐτὸ τὸ ὄν,