Ancient Greek
499.5
Pseudo-Zonaras, Lexicon 499.5
Unproofread scanNot analysed yet
ἐπὶ τῶν ὑποστάσεων, τούτῃστι τῶν ἀτόμων. ἡ κατ’ ὑπόστασιν ἕνωσις ἐπὶ τῶν οὐσιῶν, ὡς ἐπὶ ψυχῆς καὶ σώματος. ἡ κατὰ σχέσιν ἕνωσις, ὡς ἐπὶ τῶν ψυχῶν, ὡς εἰς ἕν θέλημα. ἡ κατὰ παράθεσιν ἕνωσις, ὡς ἐπὶ τῶν σανίδων. ἡ κατὰ ἀρμονίαν ἕνωσις, ὡς ἐπὶ τῶν λίθων. ἡ κατὰ κράσιν ἕνωσις, ὡς ἐπὶ τῶν ὑγρῶν καὶ ξηρῶν, τούτέστιν ὕδατος καὶ ἀλεύρου. ἡ κατὰ σύγχυσιν ἕνωσις, ὡς ἐπὶ τῶν τηκτῶν, κηροῦ, πίττης καὶ τῶν τοιούτων. ἡ κατὰ συναλοιφὴν ἕνωσις, ἐπὶ τῶν ἀποσπωμένων καὶ αὖθις ἀποκαθισταμένων, οἷον λαμπάδος ἐκ πυρὸς προερχομένης καὶ πάλιν ἀποκαθισταμένης. ἡ κατὰ σωρείαν, ὡς ἐπὶ ξηρῶν, σίτου καὶ κριθῆς.