Ancient Greek
510.2
Pseudo-Zonaras, Lexicon 510.2
Unproofread scanNot analysed yet
Ἐνθεν καὶ ἔνθεν. ⁹⁰ τῇδε κἀκεῖσε. ἔνθεν καὶ ἀντὶ τοῦ διὰ τοῦτο. ⁹¹ Ἐνθα. τότε. ⁹² Ἐνθαδί. ⁹³ ἀντὶ τοῦ ἐνθάδε. διὰ τοῦ τ. [ὡς δεῦ-ρο, δευρί. ἢ ὅτι αἱ ἐκτάσεις οὐ γίνονται διὰ τῆς εἰ διφθόγγου, ἀλλὰ διὰ τοῦ τ· ἐκεῖνοσί, δευ-ρί, νυνί, ἐνθαδί· τὸ δὲ οἷονεὶ καὶ ὡσπερεὶ διὰ διφθόγγου. καὶ οὐκ ἀντίκειται. διάφορα γὰρ μέρη λόγου ἐστίν. ἔστι γὰρ οἷον ὄνομα, καὶ ὁ εἰ συναπτικὸς σύνδεσμος. τὸ δὲ ὡσπερεὶ τρία μέρη λόγου ἐστίν· ἔστι γὰρ ὡς ἐπίρρημα, καὶ περ σύνδεσμος παραπληρωματικὸς, καὶ εἰ συναπτικός. Φησὶ δὲ ὁ τεχνικός⁹⁴ ἔχουσιν ἕθος αἱ λέξεις αἱ εἰς σύμφωνα λήγουσαι, δέχεσθαι ἐκτάσεις τὴν διὰ τοῦ ῥῶτα, οἷον νῦν, νυνί· ἢ τὸ φωνῆεν τρέπουσιν εἰς τὸ ῥῶτα, οἷον ἐνθάδε, ἐνθαδί, ὦδε, ὦδι, δεῦρο, δευρί· ἢ τὸ ῥῶτα προσ-λαμβάνουσι κατὰ διάστασιν, οἷον τούτου, του-του, τούτῳ, τουτωί.]