Ancient Greek
530.3 to 531.3
Pseudo-Zonaras, Lexicon 530.3-531.3
Unproofread scanNot analysed yet
Ἐπικρατής. 32 ὁ δημῶν, ὁ καὶ ἔφορος ἐπι-καλούμενος. Ἐπικυδέστερος. νικητικὸς ἢ ἐνδοξότερος. †κῦ-δος γὰρ ἢ δόξα. †Ἐπιεῖκής. πραΰς· παρὰ τὸ εἶπειν καὶ ὑποχωρεῖν· καὶ γὰρ οἱ πρᾳεῖς παραχωροῦσι καὶ οὐκ ἀντι-τεῖνουσι. καὶ ἐπιεῖκεῖα ἐκ τούτου. Ἐπίλαμπος. καὶ φαυλός. [οὕτως Ἡρόδοτος. 33] Ἐπιλογισμός. ὁ κατὰ τὸν πρῶτον λόγον ἀνελ-θὼν καὶ τοῖς ἐμπροσθεν ὑπερμιχὼν ἢ ἀντι-στάμενος. Ἐπίμαργος. μεμηνώς. Ἐπιμασθίδιος. ὁ Θηλέζων. ὁ δὲ νεώτατος παῖς ἐπιμασθίδιος ἦν, οὗ ἡ μήτηρ ἀντεῖχετο. 34 Ἐπιμελής. ὁ καθαρὸς χῦτος, 35 καὶ ὁ ἀγωνιστής, καὶ ὁ σπουδαῖος. ὁ ἐπιμέλειαν ἔχων. Ἐπινάστιος. 36 ξένος, φυγὰς, μέτοικος. Ἐπίνειοι. 37 οἱ παραθαλάσσιοι λιμένες, οἱ ἔχοντες οἰκήματα. [καὶ ἐπίνειον, παραθαλάσσιον χωρίον, ὁ λεγόμενος κατάβολος, παρὰ τὸ ἐν αὐτῷ νή-χεσθαι τὰς ὀλκάδας καὶ ὀκέλλειν. ἢ πόλισμα παραθαλάσσιον, ἐνθα τὰ νεώρια τῆς πόλεως εἰσίν.] ΕΠΙΣΗΜΟΣ Ἐπίζηνος. ὁ μάγειρικὸς πορμὸς, ἐφ’ ᾧ τὰ κρέα συγχόπτουσιν. Ἀριστοφάνης38 ὑπὲρ ἐπιζήνου θελήσω τὴν κεφαλὴν ἔχων λέγειν. [καὶ ἐπὶ οὐδεντέρου, ἐπίζηνον, τὸ νῦν ἐπίκοπον.] Ἐπὶ ξυρεῦ. 39 ἐπὶ κινδύνου. ἐν αὐτῇ τῇ τοῦ πράγματος ἐπιτάσει. Ἐπ’ οὐδόν. 40 ἐπὶ τὴν φλίαν, ἐπὶ τὸ πρόθυρον. Ἐπιπόλαιος. ἀντὶ τοῦ οὐ βαθὺς τὸν τρόπον. ὁ δὲ Σιλουανὸς41 ἦν μὲν ἐπικεικὴς [τὸν τρόπον], ἀπλούστερος δὲ τὰ ἦθη καὶ ἐπιπόλαιος. Ἐπίπλους. τὸ λίπος. 42 ἀπὸ τοῦ ἐκπλεῖν καὶ ἐξεπιπολῆς, εἶναι. Ἐπιούσιος43 ἄρτος. ὁ τῇ ἐκάστη οὐσίᾳ ἡμῶν ἀρμόζων, ἢ ὁ καθημερινός. Ἐπίρρηται. 44 αἰσχροί, καταγνώσεως ἄξιοι. ἐπιψογοί. Ἐπίρροθος. 45 βόηθος, ἢ καὶ ὁ ῥευματικός. ῥόδιον γὰρ τὸ ῥεῦμα. ὁ ποταμὸς ἐπίρροθος ἦν. Ἐπίσαλος. ἀβέβαιος, εὐμετάπτωτος. [ἐπισάλων46 τὲ τῶν τῆς σωτηρίας ἐλπίδων γενομένων αὐτοῖς, ἐξεχώρουν τοῦ ἄστεως.] Ἐπίσιτος. ὁ τροφῆς χάριν ἐργαζόμενος. Ἐπισιτισμός. διαθρεψις. [τροφή.] Ἐπίσημος. ἔνδοξος, ἐπιφανής. 795 ΕΠΙΣΠΑΣΤΗΡΕΣ Ἐπισπαστῆρες47 τῶν θυρῶν. τὰ προσηλωμένα σιδήρια, δι’ ὧν ἀνακλίνεται καὶ ἐπιτίθεται ἡ πύλη. Ἐπιστάτης. 48 ὁ τοῦ λόχου ὀπίσω τεταγμένος. ὁ δὲ μετ’ αὐτὸν πρωτοστάτης. καὶ ὁ εἰδήμων. 49 Ἐπιστεφέας. ὑπερχειλεῖς. ἐπιστεφέας τιθέμενοι τοὺς κρατῆρας. 50