Ancient Greek
533.31
Pseudo-Zonaras, Lexicon 533.31
Unproofread scanNot analysed yet
Ἐπὶ βύρσης ἐκαθέζοντο. τοῦτο παρὰ Σκύθαις ἐτελεῖτο. ἐπειδὰν τις ἡδικεῖτο πρὸς ἑτέρου, ἀμύνασθαι δὲ βουλόμενος ἑαυτὸν οὐκ ἀξιόμαχον μόνον ἥστο, βοῦν ἱερεύσας, τὰ μὲν κρέα κατακόψας ἥψει, αὐτὸς δὲ ἐκπετάσας χαμαὶ τὴν βύρσαν, ἐκάθητο ἐπ’ αὐτῆς εἰς τοὔπισω, παραγαγὼν τὰ χεῖρε. καὶ τοῦτο ἐστὶ Σκύθαις ἡ μεγίστη ἱκετηρία. τῶν δὲ κρεῶν τοῦ βοὸς ὁ βουλόμενος μοῖραν λαμβάνων καὶ ἐπιβαίνων †τῇ βύρση† τὸν δεξιὸν πόδα, ὑπισχνεῖται κατὰ δύναμιν ἕκαστος συμμάχειν. καὶ ἔστιν αὐτοῖς τοῦτο ὄρκων ὁ βεβαιότατος.