Ancient Greek
547.14
Pseudo-Zonaras, Lexicon 547.14
Unproofread scanNot analysed yet
Ἐπενήνοθεν,³¹ ἐπήνθει, ἐπέκειτο, καὶ ἀντὶ τοῦ ὑπῆρχεν. [ἐκ τοῦ ἔω, τὸ ὑπάρχω. ἐκ τούτου ἔέτω, ὡς φλεγέτω. εἶτα κατὰ συναίρεσιν τῶν δύο ἑε εἰς ἥτα καὶ ἐν συνθέσει ἐνήτω. τοῦτοσ ὁ μέσος παραλειπόμενος ἐνήτα, καὶ ὁ Ἀττικὸς ἐνένητα. εἶτα ἐπειδή ὁ Ἀττικὸς παραλειπόμενος τρίτου ἀπὸ τέλους βραχεῖαν ἔχει ὑπέρθεσιν, γίνεται τὸ ἡ εἰς ε καὶ τὸ ε εἰς η, καὶ γίνεται ἐνένητα, καὶ τροπὴ τοῦ ε εἰς ο, ἐνῆνοτα καὶ ἐπενῆνοτα. εἰ γὰρ τὴν ἐφιλωμένην καὶ μαδώσαν καὶ ὀλιγότριχον σημαίνει μᾶλλον τὸ δασύ· μᾶλλον δέ ἐστι τὸ ἐπενηνοθεν ἀντὶ τοῦ ὑπῆρχεν, ἐκ τοῦ ἔω τὸ ὑπάρχω.]