Ancient Greek
565.14 to 566.3
Pseudo-Zonaras, Lexicon 565.14-566.3
Unproofread scanNot analysed yet
θία ἐννοοσεύουσι, τῷ ὕψει τῶν κέδρων ἐπή- γαγε καὶ αὐτὸ τὸ γένος. λέγει δέ, ὅτι ἠγεῖται τῶν τοιούτων στρουθίων ὁ ἑρωδιός. αἰνίττεται δὲ ὄρνίθων φιλέρμηον γένος, εἴτε ὁμωνύμως τοῦ συνοικοῦντος ἀνθρώποις ἑρωδιοῦ κάκεινα καλεῖ· εἴτε καὶ [ἴδιον ἄλλο] γένος ἀγριωτέρων πετει- νῶν αἰνίττεται, καθόλου ἐκεῖνο σημαίνει, ὅτι τὰ ὕψη τῶν δένδρων πετεινοῖς τισὶν ἕκκειται πρὸς νεοττείαν τε καὶ οἴκησιν. Ἑρυσιπέλας. 41 πάθος πλανώμενον καὶ σῆπον καὶ τὰ πλησίον ἐπινεμόμενον. Ἑρως. 42 ἡ ἐπιθυμία. παρὰ τὸ ὁρῶ τὸ βλέπω. ὁ διὰ τῆς αἰσθητῆς ὁράσεως γινόμενος πόθος· ἢ παρὰ τὸ ἑρῶ τὸ ἐπιθυμῶ. Ἑρμείας. κύριον. παρὰ τὸ ἑρῶ, τὸ λέγω, ἢ παρὰ τὸ ἐρμηνεύω. Ἑρμείας γὰρ καὶ Ἑρμῆς λέγεται ὁ τοῦ λόγου ἑρμηνεύων. ΕΡΕΙΠΙΩΣΙΣ (Θηλυκόν.) 43Ἔρα. ἡ γῆ, ὅτι ἐνερρίζεται. καὶ οὕτως καλοῦ-σιν ἐρίσσω τὸ παρὰ ἴσης γῆς Φιλωνεικῶσαι. Ὀμη-ρος44 ὡτ’ ὀλίγω ἐνὶ χώρῃ ἐρίζητον περὶ ἴσης —ἔνθεν καὶ τὸ ἔραζε τὸ σημαῖνον τὴν γῆν. αἴρα-δὲ ἡ τοῦ σίτου, δίφθογγον. 45Ἐργαίνη. ἡ Ἀθηνᾶ, παρόσον ἔξορός ἐστι τῆς τῶν γυναικῶν ἐργασίας. σημαίνει δὲ καὶ τὴν ἐργασίαν. 46Ἐργάτιδες. αἱ ἐργαζόμεναι γυναῖκες τὰ τῶν ἀνδρῶν ἔργα. Ἐργίσκη. πόλις ἐν Θράκη, ἀπὸ Ἐργίσκου τοῦ Ποσειδῶνος. Ἐρετρία. ὄνομα πόλεως. Ἐρεσχελία. ἡ Φλυαρία, Φιλωνεικία. ἐξ οὗ καὶ ἐρεσχελεῖται,47 ὅ ἐστι διαπαίζεται καὶ χλευα-ζεται. 48Ἐρεβενὴ νύξ. [ἡ] σκοτεινή. 49Ἐρεμνή. σκοτεινή. παρὰ τὸ ἔρεβος. ἐρεβένη καὶ ἑρέμνη κατὰ συγχοπὴν. καὶ ἐρεμνός. 50Ἐρεῖκη. εἶδος φυτοῦ σχιστοῦ. ἡ εὐσχιδὲς ξύλον. ἀπὸ τοῦ ἐρεῖκω, τὸ σχίζω. [Ἡσιόδος51 ἐν Ἀσπίδι διήρεικον χθόνα δῖαν. καὶ ἐρειξις52 ἡ διεσχισμένη γῆ.] 53Ἐρεῖπιος. ἡ χέρσος γῆ. 54Ἐρειπίωσις. ἡ πτῶσις. ΕΡΑΙΑ Ἑραία. ⁵⁵ ὁ κλάδος. σημαίνει δὲ καὶ τῆς ἐλαίας τὸ σκυβαλώδες ἢ καὶ μᾶλλον. Ἑρμὴ δίκη. ⁵⁶ ὅταν μὴ παρόντων τῶν μερῶν ὁ δικαστὴς τὴν ψῆφον ἐξενέγκῃ. Ἑρμὴ νίκη. ἡ μονομερῶς ζητηθεῖσα, καὶ μὴ δεξαμένη ἐκ τινῶν ἐμποδίων τὸ πέρας.