Ancient Greek
579.7
Pseudo-Zonaras, Lexicon 579.7
Unproofread scanNot analysed yet
Ἐτυμολογία. 86 ἀνάπτυξις λέξεων ἀρμόζουσα τὴν φωνὴν πρὸς τὸ τοῦ ὑποκειμένου πιθανώτατον· ἢ ἡ τῆς δυνάμεως τοῦ ὀνόματος ὀρθότης, ἐξ αὐτοῦ τοῦ ὀνόματος ἐρμηνευομένη. οἷον τί εἰρήνη; κατὰ τὸ ἡρεμεῖν τὸν νοῦν. γίνεται δὲ ἐτυμολογία ἐκ τοῦ εἰμι τὸ ὑπάρχω, †ἐτὸς† ὁ ὑπάρχων. καὶ ὥσπερ ἀπὸ τοῦ ἔλος ἔλυμος, καὶ ἐτὸς ἔτυμος. οἷον εἰ ὑπάρχων καὶ ἀληθής· τὸ γὰρ ἀληθὲς καὶ ὑπάρχει. ἐκ τοῦ οὖν ἔτυμος καὶ τοῦ λόγου γίνεται ἐτυμολογία, οἷον εἰ ἀληθολογία τις οὔσα. δεῖ δὲ γινώσκειν, ὅτι αἱ ἐτυμολογίαι εἰκασιν ἰατρικαῖς καλουμέναις ἀνατομαῖς. ὥσπερ γὰρ ἡ ἀνατομὴ διαίρεσίν τινα τῶν μορίων ποιεῖται, οὕτως καὶ ἡ ἐτυμολογία τρόπον τινὰ διαίρεσιν τῶν λέξεων ἀπεργάζεται.