Ancient Greek
589.44 to 590.13
Pseudo-Zonaras, Lexicon 589.44-590.13
Unproofread scanNot analysed yet
79. Εὐ ΕΥΦΡΟΝΗ Εὐφρόνη. ⁷⁹ ἡ νύξ. παρὰ τὸ εὐφρονεῖν ἡμᾶς ἐν αὐτῇ· καὶ γὰρ ὁ λογισμὸς, ὅτε ἀσχολεῖται, πρῆς γίνεται τῶν πραγμάτων· ἢ παρὰ τὸ εὐφραίνειν τὸ σῶμα διὰ τῆς ἀναπαύσεως. [παρὄνυμόν ἐστιν. ὥσπερ γὰρ παρὰ τὸ ἄναχος γίνεται ἀνάγκη πλεονασμῷ τοῦ γ, καὶ ἀμύμονος, ἀμυμόνη καὶ ἀμυμώνη διὰ τοῦ ω, οὕτως καὶ παρὰ τὸ εὐφρων, εὐφρονος, εὐφρόνη.] Εὐχαί. αἱ ὑποσχέσεις. τὰς εὐχὰς μου⁸⁰ τῷ κυρίῳ ἀποδώσω. Εὐχή. ⁸¹ ἐπαγγελία καὶ ὑπόσχεσις, ὡς ἐξ ἀνθρώπου Θεοῦ ἀφιερούμενη· ἢ σύστασις δώρου πρὸς Θεόν, ἢ παρὰ τῶν δούλων αὐτοῦ γινομένη ἐκούσιος. εὐχὴ ἢ τοῦ εὖ ἔχειν αἴτησις. Εὐχαριστία, δέησις καὶ προσευχὴ διαφέρει. οἷς γὰρ ἔτι ἕνδει τινὰ, τοῦτό ἐστιν ἡ δέησις. ὅταν δὲ τὸ ἀξίωμα τοῦ Θεοῦ νοήσας αἰτῶ τι αὐτοῦ, τότε προσεύχομαι. ἔτε δὲ φίλος ἐπὶ πλέον γένομαι, τότε εὐχαριστῶ. φησὶ καὶ ὁ μακάριος Παῦλος:⁸² -πρῶτον πάντων ποιεῖσθαι δεήσεις, προσευχὰς, ἐντεύξεις, εὐχαριστίας· ἀπὸ τῶν ἁπάντων ἐπὶ τὰ μείζω προβαίνων. Εὐχέρεια. εὐκολία, συντομία, ἐπιδεξιότης. Εὐχειρία. ἡ διὰ χειρῶν εὐκινησία. οἱ δὲ Μακεδόνες⁸³ ταῖς εὐχειρίαις πολλοὶ περιῆσαν. Εὐχρηστία. ἡ καλὴ χρῆσις. Εὐχωλή. εὐχὴ ἢ καύχημα. παρὰ τὸ εὐχω εὐχωλή. [κατ’ ἔκτασιν τῆς συλλαβῆς. καὶ ἔμεινε τὸ χω, μέγα, ὡς καύσω, καυσωλή. καὶ δὲ πεν εὐχωλὴν Πριάμου —⁸⁴ σημαίνει δὲ τὴν καύχησιν.] ΕΤΑΝΤΤΓΑ Εὐαδία. ἡ μυρώδια. εὐοδία δὲ ἡ καλὴ ὁδός, μι-
κρόν. Εὐώνυμος. κατ’ εὐφημισμὸν τὴν ἀρισταρχὰν κα-
λουμένην, τὴν οὐκ οὖσαν ἀρίστην, ἀλλὰ τῇ ἐτέ-
ρᾳ ὑπηρετούσῃ. παρὰ τὸ ἄριστος ἀριστερός, ὡς
φόβος, φοβερός. Εὐωχία. παρὰ τὸ εὖ ἔχειν, ὅτι ἐπὶ τὰς τῶν
θεῶν παραγίνεται τιμάς. βέλτιον δὲ ἀπὸ τοῦ
τῶν τροφῶν ἡμῖν [εὖ] ἔχειν. καὶ γὰρ ἡ παροχή,
ὅτι πολλὴ ὀχὴ πρόκειται.