Ancient Greek
605.1
Pseudo-Zonaras, Lexicon 605.1
Unproofread scanNot analysed yet
ἐχθὲς εἴρηται παρὰ τὸ ἐκτὸς γεγενηθῆσαι τῆς σήμερον· δεύτερον δέ, ὅτι πᾶν μονοσύλλαβον ἐπίρρημα ἢ φύσει ἢ θέσει γίνεται κατ’ ἰδίαν μακρόν. οἷον· ναί· νή· πλὴν· γνῦξ· μάψ. οὐ μάχεται δὲ τὸ δίς καὶ τρίς· ἀπὸ γὰρ διάνις καὶ τριάνις συγκέκοπται. χωρὶς τοῦ πρὶν. πῶς οὖν τὸ χθὲς βραχύ; ἐὰν εἴπωμεν χθὲς, ἡλόγηται· ἐὰν δὲ ἐχθὲς, μιμεῖται τὸ αἰῆς. τρίτον δέ, ὅτι τὸ ε φωνὴν πέφυκε πλεονάζειν, οἷον· εἴπον, ἔειπον· εἴκοσιν, ἔεικοσιν. ἀφεῖσθαι δέ, ὅτι μετὰ συμφώνου ὑπάρχει. ἔβη, βῆ· ἔστη, στή· ἔμοῦ, μοῦ. οὕτως οὖν καὶ ἐχθὲς, χθές· ἀφαιρέσις καὶ οὐ πλεονασμός· ἐπειδή σύμφωνον ἔχει ἐπιφερόμενον. τὸ αὐτὸ καὶ ἐπὶ τοῦ ἐθέλω, θέλω. πρῶτον τὸ ἐθέλω καὶ δεύτερον τὸ θέλω.