Ancient Greek
611.17
Pseudo-Zonaras, Lexicon 611.17
Unproofread scanNot analysed yet
θρωπῶν διδάξεις. Ζηλήμονες. 79 Φθονεροί. Ζηλωταί. 80 παρὰ Ἰουδαίοις οἱ τοῦ νόμου φύλακες. Ζῆλος. 81 ἡ μίμησις τοῦ κρείττονος: ἔστι δὲ καὶ ἡ λύπη ἐπὶ τῷ ἕτερον ἐπιτυγχάνειν ὧν αὐτὸς ἐπιθυμεῖ, καὶ οὐ τυγχάνει. ἡ μνήμη82 δευτέ-ρου πρὸς τὸ πρότερον. ἢ ὁ πόθῳ θείῳ κατ’ ἐναντίων ὁπλιζόμενος. 83 ἢ δικαία ἀγανάκτησις, ὡς τὸ84 ὁ ζῆλος τοῦ οἴκου σου κατέφαγέ με. [παρὰ τὸ ζέω85 καὶ τὸ λίαν γέγονε ζέλος καὶ ζῆλος· ὁ γὰρ ζῆλος θερμός ἐστιν. ἢ παρὰ τὸ ζέειν, ὁ φλεγμαίνειν καὶ ἐκκαίεσθαι τὴν ψυ-χὴν ἐμποιῶν. ἢ ὁ ζητῶν πρὸς τινα ἄλλον ζῆν. Ἡσίοδος. 86