Ancient Greek
612.6
Pseudo-Zonaras, Lexicon 612.6
Unproofread scanNot analysed yet
Ζηρυνθᾶ. ⁹² ἡ Ἀφροδίτη. καὶ Ζηρύνθιον, καὶ Ζήρυνθον ἄντρον, ἐν ᾧ τοὺς μύνας ἐθύον. (Οὐδέτερον.) Ζητρεῖον. ⁹³ ὁ κῦσπος. ⁹⁴ τὸ τῶν δούλων κολαστήριον. ἐκεῖ γὰρ ἐδεσμεύοντο οἱ δοῦλοι. [γίνεται δὲ ἐκ τοῦ ζᾶ καὶ τοῦ τρέω, τὸ φοβοῦμαι. ζάτρεον καὶ ζητρεῖον, ἐν ᾧ δεῖσθαι τρέουσι. κατὰ τροπὴν τῆς εἰ διφθόγγου εἰς τὸ ἥτα δωρικῶς· ὡς τὸ· πλείων, πλήων· μείων, μήων. εὐρηται καὶ διὰ τοῦ ἰῶτα συνεσταλμένως, ὡς παρὰ Ἡροδότῳ· ⁹⁵ ἄγε αὐτὸν εἰς τὸ ζήτριον. ἔστι δὲ χωλίζου⁹⁶ τὸ μέτρον. τοῦτο δὲ ὁ μὲν Ὦρος ὁ Πιλήσιος προπχρῴνει, ὡςπερ γήτειον, ὁ δὲ Ὠριγένης περισπᾷ, ζητρεῖον.]