Ancient Greek
620.12 to 621.16
Pseudo-Zonaras, Lexicon 620.12-621.16
Unproofread scanNot analysed yet
Ἥγητορία. ἡ ἡγεμονία. ἡγουμενεία δὲ διΦθογγον. λέγει δὲ καὶ ὁ Ψελλός ἡγητορία πέφυκε τῶν σύκων ἡ καλάθη. καλάθη δὲ λέγεται ἡ μάζα τῶν σύκων. (Οὐδέτερον.) Ἥγεμονικόν. ὁ νοῦς. ἢ τὸ κυριώτατον τῆς ψυχῆς, ἐν ᾧ αἱ φαντασίαι καὶ αἱ ὄρμαι γίνονται, καὶ ὅθεν ὁ λόγος ἀναπέμπεται. καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. τὸν αὐτοκράτορα λογισμὸν φησιν ὁ Δαβίδ. Ἥγημα. βουλή. γνώμη παρὰ τῷ προφήτῃ εἴρηται. Ἥγαλλεν. ἐθαράπνευεν. 31 ὅτι τὸ θεῖον ἀκριβῶς ἠγαλλεν. [χέχρηται δὲ τῇ λέξει ταύτῃ ἄλλοι τὸ καὶ Εὐνόμιος ὁ δυσσεβής, ὁ δὲ Δίων πολλάκις. 32] Ἥγάσαντο. 33 ἐθαύμασαν. καὶ ἠγχόθη τοῦ ἀνδρὸς ὁ Καῖσαρ καὶ ἔσχε σύμμαχον. Ἥγεν. ἐτέλει. ὁ δὲ Ἰουλιανὸς 34 ἐν Πέρσαις ἄν γυμνικοὺς ἀγῶνας ἤγε. καὶ ἀντὶ τοῦ ἔφεραν. ἢ ἠχμαλώτιζε καὶ κατέτρεχεν. [ὁ δὲ ἐκεῖθεν δρῶμενος ἤγε καὶ ἔφερε τοῖς 35 ὑπ’ ἐκείνῳ οὐκ ὀλίγην, καὶ αὐτὸς οὐδαμῇ ἦν αὐτῷ ἀλώσιμος.] Ἥγεμονεύω. διοικῶ. Ἥγερέθοντο. 36 συνηθροίζοντο. [ἀγείρω, ἀγερῶ, ἀγερέθω, ἠγερέθοντο. καὶ ἀγερέω, ἀγερῶ.] Ἥγερέεσθαι. 37 ἀθροίζεσθαι. Ἥγερθεν. 38 ἐγείρω, ὁ παρακείμενος ἤγερκα, ὁ παθητικὸς ἤγερμαι, ὁ ἀόριστος δεύτερος ἠγέρθην, καὶ τὸ τρίτον τῶν πληθυντικῶν ἠγέρθην. Ἥγειρα. 39 παρώξυνα. Ἥγείσθην. 40 ἀντὶ τοῦ ἠγοῦντο. Ἥγμένους. ἀγομένους. καὶ ἀντὶ τοῦ πεπαιδευμένους· ἀγωγή γὰρ ἡ παιδευσις. Ἥγγέλη. ἀπηγγέλη. Ἥγηλάζω. ἄγω, ὁδηγῶ. ἐπιμελοῦμαι. Ὀμηρος 41 καὶ σὺ κακὸν μόρον ἠγηλάζεις. 34. ὁ δὲ Ἰουλιανὸς] Vid. Suidam v. ἤγεν et γυμνικοί. #ΗΓΟΜΗΝ Ἦγόμην. 42 ἔφερόμην, ἢ ἐτρεφόμην, ἢ ἐτύγχανον. Ἦγορόωντο. 43 ἐδημηγόρουν. Ἦγοῦμαι. νομίζω. Ἦγρετο. ἠγέρθη. Ἦγροικισάμην. 44 κακῶς ἐφθεγξάμην. Ἦγείωσαμ. 45 ἀντὶ τοῦ σκληρύνῃ. Ἦγαγον. 46 ὁ δεύτερος ἀόριστος ἄγον καὶ κατὰ ἀναδιπλασιασμὸν ἄγαγον καὶ ἠγαγον. #Τὸ Ἡ μετὰ τοῦ Δ. (Ἀρσενικόν.) Ἡδέσιν. εὐφραγτοῖς. Ἡδίων. εὐφραντός. Ἡδυεπής. 47 γλυκὺς ἐν τῷ λέγειν. Ἡδυπαθής. φιλήδονος. Ἡδύς. εὐφραντός, καὶ ὁ εὐήθης· ἐκάλουν δὲ οὕτω καὶ τοὺς ὑπομώρους. Ἡδύοσμος. εἶδος βοτάνης. Ἡδύμος. 48 γλυκύς. ἀπὸ τοῦ νήδυμον, ἢ ἀπὸ τοῦ ἡδὺς ἡδυμος, ὡς παρ’ Ἐπichάρμῳ. 49 ἄρα τὲ λόγων ἀκούσας ἡδύμων.