Ancient Greek
621.29
Pseudo-Zonaras, Lexicon 621.29
Unproofread scanNot analysed yet
Ἡδεία. εὐφραντή, ἔρασμα. Ἡδονή. 53 εὐφροσύνη. Ἡδονῆς ἀκρότης. τὸ πρὸς λύπην ἄμικτον. ἡδονὴ δὲ ἐστι [λεία κίνησις· πόνος δὲ τραχεῖα κίνησις. ἡ ἡδονὴ ἐστι] κίνησις ψυχῆς ὀξεῖα ἐκ μνήμης γινομένη. ἡδονὴ δεῖα ἐστὶν ἡ ἐπὶ τοῖς δείοις χαρίσμασι τοῦ νοῦ θελητικὴ ἐνέργεια καὶ εὐφροσύνη ἐπίμονος. εἴρηται δὲ παρὰ τὸ δονῶ, δουή, ἡ δονοῦσα καὶ συγχέουσα τὴν ψυχήν, καὶ πλεονασμῷ τοῦ ἡ ἡδονή. ἡ παρὰ τὸ ἡδω ἡδονή· ὡς φλέγω φλεγμονή· πλήθω πληγμονή.