Ancient Greek
626.15
Pseudo-Zonaras, Lexicon 626.15
Unproofread scanNot analysed yet
Ἡλιτενῆς³⁶ πέτρας. ὑψηλή. Ἡλιούπολις· Ἥλις, Ἥλιδος. ὀνόματα πόλεων. Ἡλιάσις. ἡ τοῦ ἡλίου θέρμη. Ἥλια. ³⁷ χώρα. Ἡλιασία. ³⁸ ἡ ἐκ τῶν πολλῶν συναγωγή. ἡ μεταφορά ἀπὸ τῆς θαλάσσης, ὅτι ἐκ πολλῶν συναγεται. παρὰ τὸ ἅλις, γενική, γίνεται ἅλις ἐπίρρημα, ἐξ οὗ γίνεται κτητικὸν ἁλιαία καὶ ἠλιαία. ἀφ’ ἧς καὶ ἠλιαστικὸς ὄρκος, ὁ ἐκ συναγωγῆς γινόμενος. ἢ παρὰ τὸ ἁλίζεσθαι, τὸ συναθροίζεσθαι, ἁλιαία καὶ ἠλιαία. ἔστι δὲ τὸ μέγιστον δικαστήριον³⁹ Ἀθήνησι, ἐν ᾧ τὰ δημόσια τῶν πραγμάτων ἐκρίνετο. ἢ βουλὴ συνεστῶσα ἐξ ἀνδρῶν χιλίων. ἢ ἕλη ἢ τάξις. ⁴⁰