Ancient Greek
657.8 to 658.7
Pseudo-Zonaras, Lexicon 657.8-658.7
Unproofread scanNot analysed yet
Θολκερός. παρὰ τὸ Θολὸς Θολερός. Θόλος. 71 τόπος, ἐνθα ἐδείπνουν οἱ πρυτάνεις. διὰ τὸ οἰκοδομεῖσθαι αὐτὸν στρογγύλον. Θορίκιος. 72 κύριον. Θόρηξ. 73 ὁ ἄκρατος οἶνος. Θόρυβος. Φόβος μετὰ Φωνῆς κατεπειγών, ἢ τα-ραχή. Θορὸς ἢ Θόρος. ἡ ἐκκρισις74 τοῦ σπέρματος. ἀπὸ τοῦ Θορῶ, τὸ ὁρμῶ. ὁ μετὰ ὁρμῆς πεμπόμενος. Θοός. ὁ ταχύς. παρὰ τὸ Θέω, τὸ τρέχω. [ἐξ οὗ καὶ τὸ Θηλυκὸν Θοή. 75] ΘΟΥΛΙΣ [Θοκρός. τεταραγμένος.] [Θοῦρος. ὀρμητικός. πολεμικώτατος. οἴδεν δὲ Θοῶς ὁροῖων. ἢ παρὰ τὸ Θέρω, τὸ θερμαίνω, γίνεται Θόρος καὶ Θοῦρος. ἀπὸ μεταφορᾶς τῆς τοῦ πυρὸς ὁρμῆς. καὶ -θορεῖν τὸ πηδᾶν.] Θοῦλις. κύριον. οὗτος ἐβασίλευσε πάσης Αἰγύπτου καὶ ἕως τοῦ Ὠκεανοῦ, καὶ ἀπὸ τοῦ ἰδίου ὀνόματος μίαν τῶν ἐν αὐτῇ νήσων ἐκάλεσε Θοῦλιν. ἐπάρθεις δὲ -τοῖς κατορθώμασι παραγέγονε εἰς τὸ μαντεῖον τοῦ Σαραπίδος καὶ θυσίαςας ἐρώτᾳ ταῦτα· Φράσον ἡμῖν, πυρισθέννη, τίς πρὸ τῆς ἐμῆς βασιλείας ἐδυνήθη τοιαῦτα, ἢ τίς ἔσομαι μετ’ ἐμέ. καὶ ἐδόθη αὐτῷ χρησμὸς ἔχων οὕτως· Πρῶτα Θεός, μετέπειτα λόγος καὶ πνεῦμα σὺν αὐτοῖς. σύμφυτα δὲ ταῦτα καὶ εἰς ἕν ἰόντα. οὐ κράτος αἰώνιον. ὠκέσι ποσὶ βάδιζε, ἢν-τέ, ἄδηλον διανύων βίον. καὶ ἐξελθὼν ἐκ τοῦ μαντείου ὑπὸ τῶν ἰδίων ἐσφάγη ἐν τῇ τῶν Ἄφρων χώρᾳ. 79. Θοῦλιν] Suidas Θοῦλιν. 83Θόωκοι. οἱ Ἰρόνοι. Θόας. κύριον. παρὰ τὸ Θέω, τὸ τρέχω ταχὺς γὰρ ἦν ὁ Θόας. ἐξ οὐ καὶ τὸ Θεός. καὶ τρέχει ὁ Θεός; οὐχί, ἀλλὰ πάντη καὶ πανταχοῦ πάρεισι, τὸ Θε μικρόν. 84 διὰ τί; ἐκ τοῦ Θεώ, τὸ τρέχω. (Θηλυκόν.) Θοάς. ταχυτάτας. [καὶ Ὅμηρος85 —Θοὰς ἐπὶ νῆας Ἀχαιῶν.] Θοίνη. 86 ἡ εὐωχία. [παρὰ τὸ Θῶ ρῆμα, ὅ ἐστι τρίτης συζυγίας τῶν περισπωμένων. ὁ μέλλων Θώσω. ρῆμα ὄνομα Θάνη καὶ τροπὴ τοῦ ω εἰς οἱ Θοίνη. . ὡς ἄγχων, ἄγκώνη καὶ ἄγκοίνη.] Θόκη. 87 κύριον. παρὰ τῷ Ἰωσήπῳ. Θοκία. 88 ὄνομα πόλεως. παρὰ Ἰωσήπῳ. Θορή. ἡ γονή, τὸ σπέρμα. Θούρις. ἡ ἄσπὶς. παρὰ τὸ Θύειν, Θύρις καὶ πλεονασμῷ τοῦ ο, Θούρις. 89