Ancient Greek
662.23
Pseudo-Zonaras, Lexicon 662.23
Unproofread scanNot analysed yet
Θυμβροφάγος. ⁷² ὁ δριμύα ἐσθίων καὶ πικρά. τοιούτον γὰρ τὸ θύμβρον λάχανον. Θυμός. ⁷³ ζέσις τοῦ καρδίου αἵματος. καὶ ὀρεξις ἀντιλυκήσεως. γίνεται δὲ ἐξ ἀναθυμιάσεως τῆς χολῆς ἢ ἀναθολώσεως· διὸ καὶ χολὴ καὶ χολὸς λέγεται. ἔστι δὲ καὶ ὁ θυμὸς ὀρεξις ἀντιτιμωρήσεως. ἀδικοῦμενοι γὰρ νομίζοντες ἀδικεῖσθαι θυμούμεθα, καὶ γίνεται τότε μικτὸν τὸ πάθος ἐξ ἐπιθυμίας καὶ θυμοῦ. τοῦ δὲ θυμοῦ εἴδη τρία· ὀργή, μήνις, κότος. θυμὸς μὲν γὰρ ἀρχὴν καὶ κίνησιν ἔχων ὀργὴ καὶ χολὴ καὶ χολὸς λέγεται· μήνις δὲ χολὴ ἐπιμένουσα ἢ γουν