Ancient Greek
79.1
Pseudo-Zonaras, Lexicon 79.1
Unproofread scanNot analysed yet
τοῦ ε. Τεχνολογίαι σὺν Θεῷ κατὰ στοιχεῖον ποιητῶν τε κα Τὸ ᾱ μὸριον. ποτὲ μὲν δηλοῖ στέρησιν, ὡς τὸ ἄκλητος. ποτὲ δὲ ἄθροισιν, ὡς τὸ ἄπας. ποτὲ δὲ τὸ πολὺ, ὡς ἐν τῷ· ἄχανὲς πέλαγος, τὸ μέγα πάνυ καὶ ἐπὶ πολὺ πεχηνός. ποτὲ δὲ τὸ ὁμοῦ, ὡς ἀκόλουθος ὁ ὁμοκέλευθος. καὶ ἀποιτις ἢ πραάκοιτις ποιητικῶς. καὶ ἀποίτις ἀρσενικῶς. ἐνίοτε καὶ κακόν, ὡς ἄψυχὲς ποιητικῶς ὁ κακοψυχής. ἄλλοτε καὶ τὸ ἴσον, ὡς ἀτάλαντος ὁ ἰσοτάλαντος. ποτὲ καὶ ὀλίγον, ὡς ἄμαθὲς ποιητικῶς ὁ ὀλιγομαθής. ἐνίοτε δὲ πλεονάζει ἀπλῶς μηδὲν σημαῖνον, ὡς ἐν τῷ· στάχυς, ἄσταχυς· σκαίρειν, ἄσκαίρειν, ὁ λέγεται ἐπὶ τῆς ἀκοντὶ καὶ ἀκουσίου αἰνήσεως. ἢ ἐπὶ δεδεμένου τινὸς ἢ κεκρατημένου νόσῳ τινί. σκαίρειν δὲ τὸ εὐρύθμως κινεῖσθαι καὶ ὀρχηστικῶς. καὶ ἀπὸ μὲν τοῦ προτέρου σκάρος ὁ ἰχθύς. ἀπὸ δὲ τούτου σκάρος καὶ τὸ ἐν τῇ συνθέσει σκιρτᾶν. Ἰστέον οὖν, ὅτι τὸ μακρὸν ᾱ τρέπεται εἰς ἠ ποιητικῶς. οὐδέποτε δὲ τὸ βραχύ· οἷον ποιλίη, πραδίη. καὶ οὐδέποτε μακρόν τι πουφίζεται.