Ancient Greek
85.3
Pseudo-Zonaras, Lexicon 85.3
Unproofread scanNot analysed yet
—ἐξέλειτο μητιέτα Ζεὺς ἀντὶ τοῦ ἐξείλε παῖτιν ποιητικῶς. καὶ μετὰ τοῦ αἴρω δὲ ἐνεργητικοῦ τίθεται ἢ ἐξ καὶ μετὰ τοῦ παθητικοῦ γράφεται. ἀφ’ οὗ καὶ ἐξαίρετος. ἴρῶ. τὸ κρατῶ. καὶ αἴρῶ τὸ καταβάλλω. οὕν· ὁ κέλαυς τὰ δένδρα αἴρει· αἴρούμαι δὲ παθητικῶς τὸ προκρίνω καὶ βούλομαι. ἐξ οὗ καὶ αἱρεσις ἢ ἀπλῶς βούλησις. προαἱρέσεις δὲ, ἐπὶ δύσ πραγμάτων, ὅταν ἐν προτιμήσῃς τοῦ ἑτέρου. αἴρῶ οὖν τὸ κρατῶ, αἴρήσω, ἥρηκα, αἴρούμαι, αἱρήσομαι καὶ εἰλόμην. ἀπὸ τοῦ αἴρῶ τὸ κρατῶ καὶ καταβάλλω, γίνεται ἀναίρῶ, τὸ φονεύω· καταίρῶ, τὸ καταβάλλω· διαίρῶ, τὸ τὰ ἡνωμένα χωρίζω· συναίρῶ καὶ συναίρούμαι, τὸ δύο τινα εἰς ἓν συνάγω· περιαιρῶ, τὸ μετρίως στερίσκω, καὶ ὑφαίρῶ, τὸ κλέπτω· ἀφαίρῶ, τὸ μέρος τι τοῦ παντὸς λαμβάνω, ἀφαιρούμαι δὲ τὸ λυπᾶν. ἀπὸ δὲ τοῦ αἴρούμαι, ὃ σημαίνει τὸ βούλαι καὶ προκρίνω, γίνεται ἐξαιρούμαι, τὸ ἐλευθερῶ· προαιρούμαι, τὸ προκρίνω τόδε τοῦδε· ἀναίρούμαι, τὸ φονεύομαι, καὶ ἀναλαμβάνομαι, καὶ ἀνατρέπομαι. ὡς τὸ· ἀναίρούνται οἱ νόμοι. καὶ τὸ ἀπολαμβάνω, οὕν· ἀναίρεται στέφανον. καὶ ἀναίρεται μετὰ χειρᾶς βιβλίον. καθαιρούμαι τὸ καταβάλλομαι. παραίρούμαι τὸ παρασῦρω καὶ ἀφαίρῶ. Λιβάνιος· τὰ μέγιστα