Ancient Greek
85.6
Pseudo-Zonaras, Lexicon 85.6
Unproofread scanNot analysed yet
Αισθάνομαι τὸν νοῦν. ,καὶ συντάσσεται μετοχῇ. οἷον· αισθάνομαι ἔχω τοῦ καιροῦ καὶ τοῦ μέτρου φερόμενος. · εἰ δὲ πρὸς ἕτερον πρόσωπον, μετὰ αἰτιατικῆς. οἷον· αισθάνομαί σε ποιῶντα τόδε. αισθάνομαι δὲ τὸ αἴσθησιν λαμβάνω, γενικῇ. οἷον· αισθάνομαι τοῦ ψύχους. αισθάνομαι οὖν, αισθήσομαι, ἠσθόμην, ἠσθόμην. λέγεται δὲ αἴσθησις καὶ ἡ δύναμις αἰσθητικὴ· καὶ τὸ ὑπὸ τὴν αἴσθησιν. ὃν τρόπον νοῦς λέγεται καὶ αὐτὸ τὸ νοοῦν καὶ τὸ νοούμενον. ὡς τὸ· νοῦς μὲν οὖν ἤδη καὶ αἰσθήσεις ἦτοι τὰ νοητὰ καὶ τὰ αἰσθητά. πέντε δὲ εὐσῶν αισθήσεων, ἕκαστον αὐτῶν διττῶς λέγεται. ,