Ancient Greek
87.6
Pseudo-Zonaras, Lexicon 87.6
Unproofread scanNot analysed yet
Ἄλαλαγαί. κυρίως αἱ ἐπὶ θυσιῶν εὐχαί. ἀφ’ οὗ καὶ τὸ ἄλαλάζειν, τὸ ὀξεῖα καὶ ἐμμελεῖ φωνῇ εὐχεσθαι. Ἀλλάττομαι τόδε τοῦδε, ἢ γουν διὰ τοῦδε. ὡς τὸ, ὀνοῦμαι τόδε τοῦδε. ἐναλλάττειν δὲ τὸ μετατι-θῆναι τὴν τάξιν ἀντιστρόφως. ἀφ’ οὗ ἐναλλάξ ἐπὶ τῶν ποιούντων ἐναντία λέγεται. ἐξαλλάτ-τειν τὸ ἀμεῖβειν καὶ ἄλλοιοῦν. οἷον ἐξαλλάτ-τει τις χρώμα ἢ ἀμεῖβει. συναλλάττειν ἐπὶ συμφωνίας γάμου, ἀφ’ οὗ συνάλλαγμα. καταλ-λάττειν καὶ διαλλάττειν τὸ εἰς φιλίαν συνάγειν τινάς· καταλλάττεσθαι καὶ διαλλάττεσθαι τὸ εἰς φιλίαν συνάγεσθαι. πλὴν τὸ μὲν διαλλάτ-τεσθαι τὸ διὰ μέσου τινὸς πρὸς τὴν φιλίαν ἐπανίεναι δηλοῖ· τὸ δὲ καταλλάττεσθαι τὸ καὶ χωρὶς μέσου. ὅθεν καὶ διαλλακτὴς μὲν ἐστι, καταλλακτὴς δὲ οὔ. μεταλλάττειν τὸ μετα-βαίνειν ἀπὸ τινος εἰς τι. καθὸ λέγεται τὸ με-τήλλαξε τὸν βίον ἀντὶ τοῦ ἐτελεύτησε. παρχλ-λάττειν τὸ παρέχεσθαι, καὶ κατὰ τι μὲν ὁμοιοῦσθαι, κατὰ τι δὲ διαφέρειν, καὶ τῇ πα-ραθέσει ἄλλοιὸν φαίνεσθαι. ἀφ’ οὗ παραλλάξ ἐπίρρημα, ἀντὶ τοῦ πάρηλλαγμένως, ὅταν ἐφ-εξῆς ἑτέρω ἑτερον ἄλλοιὸν κέκτηται· ἢ ἀντὶ τοῦ ἐφεξῆς. ἀνταλλάττειν, τὸ ἄλλο ἀντ’ ἄλλου εἰσφέρειν. ἀπαλλάττειν, τὸ ἐλευθεροῦν καὶ τὸ διάγειν· ἀπαλλάττεσθαι δὲ τὸ ἀπέρχεσθαι καὶ