Ancient Greek
1 to 4
PTOLEMAEUS MEGALOPOLITANUS, Fragmenta 1-4
Not analysed yet
Πτολεμαῖος δὲ ὁ τοῦ Ἀγησάρχου ἐν τῷ πρώτῳ τῶν Περὶ τὸν Φιλοπάτορα ἐν Πάφῳ λέγει ἐν τῷ τῆς Ἀφροδίτης ἱερῷ Κινύραν τε καὶ τοὺς Κινύρου ἀπογόνους κεκηδεῦσθαι. Πτολεμαῖος δ ̓ ὁ τοῦ Ἀγησάρχου, Μεγαλοπολίτης γένος, ἐν τῇ δευτέρᾳ τῶν Περὶ τὸν Φιλοπάτορα ἱστοριῶν συμπότας φησὶ τῷ βασιλεῖ συνάγεσθαι ἐξ ἁπάσης τῆς πόλεως, οὓς προσαγορεύεσθαι γορεύεσθαι γελοιαστάς. Κλεινοῦς δὲ τῆς οἰνοχόον Πτολεμαίου τοῦ βασιλέως, ἐπίκλην δὲ Φιλαδέλφου, μνημονεύει Πτολεμαῖος ὁ τοῦ Ἀγησάρχου, ἐν τῇ τρίτῃ τῶν περὶ Φιλοπάτορα ἱστοριῶν. Πτολεμαῖος δ ̓ ὁ τοῦ Ἀγησάρχου ἐν ταῖς περὶ τὸν Φιλοπάτορα ἱστορίαις βασιλέων ἐρωμένας ἀναγράφων, φησί· «Φιλίππου τοῦ Μακεδόνος αὐξήσαντος Φίλινναν τὴν ὀρχηστρίδα, ἐξ ἧ καὶ γεννῆσαι Ἀριδαῖον, τὸν μετὰ Ἀλέξανδρον βασιλεύσαντα· Δημητρίου δὲ τοῦ Πολιορκητοῦ μετὰ τὰς προειρημένας Μανίαν, Ἀντιγόνου δὲ Δημὼ, ἐξ ἧς Ἀλκυονέα γεννηθῆναι, Σελεύκου δὲ τοῦ νεωτέρου Μύσταν καὶ Νῦσαν.»