Ancient Greek · ~2 min
Volume 2b,257,T
Publius Aelius Phlegon Paradox., Testimonia 1
Not analysed yet
SUID. s. Φλέγων Τραλλιανός· ἀπελεύθερος τοῦ Σεβαστοῦ Καίσαρος (οἱ δὲ Ἀδριανοῦ φασίν)· ἱστορικός. ἔγραψεν Ὀλυμπιάδας ἐν βιβλίοις ιϛ— ἔστι δὲ μέχρι τῆς σκθ ὀλυμπιάδος τὰ πραχθέντα πανταχοῦ· τὰ δὲ αὐτὰ ἐν βιβλίοις η· Ἔκφρασιν Σικελίας· Περὶ μακροβίων καὶ θαυμασίων· Περὶ τῶν παρὰ Ῥωμαίοις ἑορτῶν βιβλία γ· Περὶ τῶν ἐν Ῥώμηι τόπων καὶ ὧν ἐπικέκληνται ὀνομάτων· Ἐπιτομὴν Ὀλυμπιονικῶν ἐν βιβλίοις β· καὶ ἄλλα.