Ancient Greek
1.39.1
Pythagoras Phil., Testimonia 1.39.1
Unproofread scanNot analysed yet
14. AET. II 13, 10 (D. 342) Ἀ. πυρίνην μὲν τὴν φύσιν τῶν ἀστρῶν, περιέχειν δὲ τινα καὶ γεωδὴ σώματα συμπεριφερόμενα τούτοις ἀόρατα. Ebenda 14, 3 (D. 344) Ἀ. ἡλῶν δίχην καταπεπηγμένα τὰ ἄστρα τῷ κρυσταλλοειδεῖ. ἔνιοι [?]δὲ πέταλα εἶναι πύρινα ὥσπερ ζωγραφήματα. 16, 6 (D. 346) Ἀ. οὐχ ὑπὸ τὴν γῆν, περὶ αὐτὴν δὲ στρέφεσθαι τοὺς ἀστέρας. ARIST. Meteor. B 1. 354ᵃ 28 πολλοὺς πεισθῆναι τῶν ἀρχαίων μετεωρολόγων τὸν ἥλιον μὴ φέρεσθαι ὑπὸ γῆν ἀλλὰ περὶ τὴν γῆν καὶ τὸν τόπον τούτων, ἀφανίζεσθαι δὲ καὶ ποιεῖν νύκτα διὰ τὸ ὑψηλὴν εἶναι πρὸς ἄρκτον τὴν γῆν. AET. II 19, 1. 2 Πλάτων τὰς ἐπισιμωσίας τὰς τε χειμερινὰς καὶ τὰς θερινὰς κατὰ τὰς τῶν ἀστρῶν ἐπιτολὰς τε καὶ δυσμὰς γίγνεσθαι. Ἀ. δὲ διὰ μὲν ταῦτα μηδὲν τούτων, διὰ δὲ τὸν ἥλιον μόνον.