Ancient Greek
1.39.5
Pythagoras Phil., Testimonia 1.39.5
Unproofread scanNot analysed yet
18. —III 5, 10 (D. 373) Ἀ. ἰρίν γίγνεσθαι κατ' αὐγασμὸν ἡλίου πρὸς νέφει πυκνῷ καὶ παχεῖ καὶ μέλανι παρὰ τὸ μὴ δύνασθαι τὰς ἀκτῖνας εἰς τὸ πέραν διακόπτειν ἐπισυνισταμένας αὐτῷ. SCHOL. ARAT. p. 515, 27 M. (aus Poseidonios) τὴν ἰρίν Ἀ. φησὶ γίγνεσθαι ἡνίκα ἂν ἐπιπέσῃσιν αἱ τοῦ ἡλίου αὐγαὶ εἰς παχὺν καὶ πυκνὸν τὸν ἀέρα. ὅθεν τὸ μὲν πρότερον αὐτοῦ τοῦ ἡλίου φαινομένου φαίνεται διακαίουμενον ὑπὸ τῶν ἀκτίνων, τὸ δὲ μέλαν καταχρατούμενον ὑπὸ τῆς ὑγρότητος. καὶ νυκτὸς δὲ φησὶ γίγνεσθαι τὴν ἰρίν ἀπὸ τῆς σελήνης, ἀλλ' οὐ πολλάκις διὰ τὸ μὴ πανσέληνον εἶναι διὰ παντὸς καὶ ἀσθενέστερον αὐτὴν φῶς ἔχειν τοῦ ἡλίου.