Ancient Greek
1.42.5
Pythagoras Phil., Testimonia 1.42.5
Unproofread scanNot analysed yet
6 Laert. IX 36 δοκεῖ δὲ (Demokrit), φησὶν ὁ Θρασύλος ζηλωτὴς γεγονέναι τῶν Πυθαγορικῶν· ἀλλὰ καὶ αὐτοῦ Πυθαγόρου μέμνηται θαυμάζων αὐτὸν ἐν τῷ ὀμωνύμῳ συγγράμματι (nämlich Πυθαγόρης περὶ τῆς τοῦ σοφοῦ διαθέσεως §46). πάντα δὲ δοκεῖν παρὰ τούτου λαβεῖν καὶ αὐτὸ δ’ ἂν ἀκήκοέναι, εἰ μὴ τὰ τῶν χρόνων ἐμάχετο. πάντως μέντοι τῶν Πυθαγορικῶν τινὸς ἀκούσαι φησὶν αὐτὸν Γλαῦκος ὁ Ῥηγῖνος κατὰ τοὺς αὐτοὺς χρόνους αὐτῷ γεγονώς. Porph. V. P. 3 Λούρις δ’ ὁ Σάμιος ἐν δευτέρῳ τῶν Ὄρων παῖδά τ’ αὐτοῦ (des Pythagoras) ἀναγράφει Ἀρίμνηστον καὶ διδάσκαλον φησι γενέσθαι Δημοκρίτου. τὸν δ’ Ἀρίμνηστον κατελθόντ’ ἀπὸ τῆς φυγῆς χαλκοῦν ἀνάθημα τῷ ἱερῷ τῇ Ἥραι ἀναθεῖναι τὴν διάμετρον ἔχον ἐγγὺς δύο πήχεων, οὗ ἐπίγραμμα ἦν ἐγγεγραμμένον τόδε·